previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43.

μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, δι᾽ ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν. μὲν γὰρ Ἰφικράτης παρὰ τῶν αἰχμαλώτων πυθόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν κατ᾽ Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσθαι τὰς τῶν Αἰγυπτίων δυνάμεις: οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾦντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν: ἀσφαλεστέραν γὰρ ἔσεσθαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν. [2] τοῦ δ᾽ Ἰφικράτους ἀξιοῦντος αὑτῷ δοθῆναι τοὺς παρόντας μισθοφόρους, καὶ μετ᾽ ἐκείνων ἐπαγγελλομένου κρατήσειν τῆς πόλεως, τό τε θράσος αὐτοῦ καὶ τὴν ἀρετὴν ὑπώπτευσε, μὴ κατ᾽ ἰδίαν κατάσχῃ τὴν Αἴγυπτον. διόπερ οὐ συγχωροῦντος τοῦ Φαρναβάζου, Ἰφικράτης διεμαρτύρατο, λέγων ὡς ἐὰν παρῶσι τὴν ὀξύτητα τῶν καιρῶν, ἄπρακτον ποιήσουσι τὴν ὅλην στρατιάν. στρατηγοὶ μὲν οὖν τινες ἐφθόνουν αὐτῷ καὶ διαβολὰς ἀδίκους προσῆπτον. [3] οἱ δ᾽ Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντες, εἰς μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορθημένον πολισμάτιον πάσαις ταῖς δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντες διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰς ἐποιοῦντο τοῖς πολεμίοις συνεχεῖς. αἰεὶ δὲ μᾶλλον ἐπισχύοντες πολλοὺς ἀνῄρουν τῶν Περσῶν καὶ κατεθάρρουν τῶν πολεμίων. [4] χρονιζούσης δὲ τῆς περὶ τὸ πολισμάτιον τοῦτο στρατείας, καὶ τῶν ἐτησίων ἤδη γενομένων, Νεῖλος πληρούμενος καὶ πάντα τόπον ἐπέχων τῷ πλήθει τοῦ ῥεύματος αἰεὶ μᾶλλον ὠχύρου τὴν Αἴγυπτον. οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀντιπραττούσης αὐτοῖς αἰεὶ τῆς περιστάσεως, ἔγνωσαν ἐκ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν ποιήσασθαι. [5] διόπερ ἐπανιόντων αὐτῶν εἰς τὴν Ἀσίαν, καὶ γενομένης διαφορᾶς τῷ Φαρναβάζῳ πρὸς τὸν Ἰφικράτην, ὑποπτεύσας Ἰφικράτης μὴ συλληφθῇ καὶ τιμωρίας τύχῃ, καθάπερ Κόνων ἔπαθεν Ἀθηναῖος, ἔκρινε λάθρᾳ φεύγειν ἐκ τοῦ στρατοπέδου: διὸ καὶ παρασκευασάμενος πλοῖον ἔλαθε νυκτὸς ἀπαλλαγεὶς καὶ καταπλεύσας εἰς τὰς Ἀθήνας. [6] δὲ Φαρνάβαζος πρέσβεις ἐκπέμψας κατηγόρησε τοῦ Ἰφικράτους ὡς αἰτίου γεγονότος τοῦ μὴ ληφθῆναι τὴν Αἴγυπτον. οἱ δὲ Ἀθηναῖοι τοῖς μὲν Πέρσαις ἀπόκρισιν ἔδωκαν, ὅτι ἐὰν εὕρωσιν αὐτὸν ἠδικηκότα, κολάσουσι κατὰ τὴν ἀξίαν, αὐτοὶ δὲ μετ᾽ ὀλίγον χρόνον στρατηγὸν κατέστησαν τὸν Ἰφικράτην ἐπὶ τὸ ναυτικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: