previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46.

ἅμα δὲ τούτοις πραττομένοις τῶν ἐκ Κορκύρας τινὲς φίλοι Λακεδαιμονίων ἐπαναστάντες τῷ δήμῳ, παρεκάλεσαν τοὺς Σπαρτιάτας ἀποστεῖλαι ναυτικὴν δύναμιν, ὑπισχνούμενοι παραδώσειν αὐτοῖς τὴν Κόρκυραν. οἱ δὲ Λακεδαιμόνιοι, τὴν Κόρκυραν εἰδότες μεγάλην ῥοπὴν ἔχουσαν τοῖς ἀντεχομένοις τῆς θαλάττης, ἔσπευσαν κύριοι γενέσθαι ταύτης τῆς πόλεως. [2] εὐθὺς οὖν ἔπεμψαν εἰς τὴν Κόρκυραν τριήρεις εἴκοσι καὶ δύο, τὴν ἡγεμονίαν Ἀλκίδᾳ παραδόντες. τοῦτον δὲ τὸν στόλον προσεποιήθησαν εἰς Σικελίαν ἀποστεῖλαι, ἵνα ὡς φίλοι προσδεχθέντες ὑπὸ τῶν Κορκυραίων κατάσχωσι τὴν πόλιν μετὰ τῶν φυγάδων. [3] οἱ δὲ Κορκυραῖοι γνόντες τῶν Σπαρτιατῶν τὴν ἐπίνοιαν, τὴν μὲν πόλιν ἐπιμελῶς ἐφύλαττον, εἰς δὲ τὰς Ἀθήνας πρέσβεις ἐξέπεμψαν περὶ βοηθείας. οἱ δ᾽ Ἀθηναῖοι ψηφισάμενοι βοηθεῖν τοῖς Κορκυραίοις καὶ Ζακυνθίων τοῖς φυγάσιν, εἰς μὲν τὴν Ζάκυνθον ἐξέπεμψαν Κτησικλέα στρατηγόν, ἡγούμενον τῶν φυγάδων, εἰς δὲ τὴν Κόρκυραν παρεσκευάζοντο ναυτικὴν δύναμιν ἐκπέμπειν. [4]

ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Βοιωτίαν Πλαταιεῖς ἀντεχόμενοι τῆς Ἀθηναίων συμμαχίας μετεπέμποντο στρατιώτας, κεκρικότες τοῖς Ἀθηναίοις παραδοῦναι τὴν πόλιν. ἐπὶ δὲ τούτοις οἱ βοιωτάρχαι χαλεπῶς διατεθέντες πρὸς τοὺς Πλαταιεῖς, καὶ σπεύδοντες φθάσαι τὴν παρὰ τῶν Ἀθηναίων συμμαχίαν, εὐθὺς ἐπ᾽ αὐτοὺς δύναμιν ἀξιόλογον ἦγον. [5] παραγενόμενοι δὲ πλησίον τῆς τῶν Πλαταιέων πόλεως, ἀπροσδοκήτου τῆς ἐπιθέσεως γενομένης, οἱ πλεῖστοι μὲν τῶν Πλαταιέων ἐπὶ τῆς χώρας καταληφθέντες ὑπὸ τῶν ἱππέων συνηρπάγησαν, οἱ δὲ λοιποὶ καταφυγόντες εἰς τὴν πόλιν, καὶ συμμάχων ὄντες ἔρημοι, συνηναγκάσθησαν ὁμολογίας συνθέσθαι τοῖς πολεμίοις εὐαρέστους: ἔδει γὰρ αὐτοὺς τὰ ἔπιπλα λαβόντας ἀπελθεῖν ἐκ τῆς πόλεως καὶ μηκέτι τῆς Βοιωτίας ἐπιβαίνειν. [6] μετὰ δὲ ταῦτα οἱ μὲν Θηβαῖοι τὰς Πλαταιὰς κατασκάψαντες καὶ Θεσπιὰς ἀλλοτρίως πρὸς αὐτοὺς διακειμένας ἐξεπόρθησαν, οἱ δὲ Πλαταιεῖς εἰς Ἀθήνας μετὰ τέκνων καὶ γυναικῶν φυγόντες τῆς ἰσοπολιτείας ἔτυχον διὰ τὴν χρηστότητα τοῦ δήμου. καὶ τὰ μὲν κατὰ Βοιωτίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: