previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

66.

δὲ Ἀλέξανδρος παραλαβὼν τὴν πόλιν καὶ τοὺς ἐν τοῖς βασιλείοις θησαυροὺς εὗρεν ἀσήμου χρυσοῦ καὶ ἀργύρου πλείω τῶν τετρακισμυρίων ταλάντων. [2] ταῦτα δὲ ἐκ πολλῶν χρόνων οἱ βασιλεῖς ἄθικτα διετήρησαν, πρὸς τὰ παράλογα τῆς τύχης ἀπολιπόντες αὑτοῖς καταφυγάς. χωρὶς δὲ τούτων ὑπῆρχεν ἐνακισχίλια τάλαντα χρυσοῦ χαρακτῆρα δαρεικὸν ἔχοντα. [3] ἴδιον δέ τι συνέβη γενέσθαι τῷ βασιλεῖ κατὰ τὴν παράληψιν τῶν χρημάτων. καθίσαντος γὰρ αὐτοῦ ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τούτου μείζονος ὄντος κατὰ τὴν συμμετρίαν τοῦ σώματος, τῶν παίδων τις ἰδὼν τοὺς πόδας ἀπολείποντας πολὺ τοῦ κατὰ τὸν θρόνον ὑποβάθρου βαστάσας τὴν Δαρείου τράπεζαν ὑπέθηκε τοῖς ποσὶν αἰωρουμένοις. [4] ἁρμοστῆς δὲ γενομένης μὲν βασιλεὺς ἀπεδέξατο τὴν τοῦ πράξαντος εὐστοχίαν, τῶν δὲ παρεστώτων τις τῷ θρόνῳ εὐνοῦχος κινηθεὶς τὴν ψυχὴν τῇ μεταβολῇ τῆς τύχης ἐδάκρυσεν. [5] ὃν ἰδὼν Ἀλέξανδρος ἤρετο, τί κακὸν ἰδὼν γεγονὸς κλαίεις; δὲ εὐνοῦχος ἔφησε, νῦν μὲν σός εἰμι δοῦλος, πρότερον δὲ Δαρείου, καὶ φύσει φιλοδέσποτος ὢν ἤλγηκα ἰδὼν τὸ παρ᾽ ἐκείνῳ μάλιστα τιμώμενον νῦν ἄτιμον γεγονὸς σκεῦος. [6] δὲ βασιλεὺς διὰ τῆς ἀποκρίσεως λαβὼν ἔννοιαν τῆς ὅλης κατὰ τὴν Περσικὴν βασιλείαν μεταβολῆς ὑπέλαβεν ἑαυτὸν ὑπερήφανόν τι πεποιηκέναι καὶ τῆς πρὸς τὰς αἰχμαλωτίδας ἐπιεικείας ἀλλοτριώτατον. [7] διόπερ προσκαλεσάμενος τὸν θέντα τὴν τράπεζαν ἐπέταξεν ἆραι πάλιν. ἐνταῦθα παρεστὼς Φιλώτας, ἀλλ᾽ οὐχ ὕβρις ἐστίν, εἶπεν, τὸ μὴ ὑπὸ σοῦ προσταχθέν, ἀλλὰ δαίμονός τινος ἀγαθοῦ προνοίᾳ καὶ βουλήσει. δὲ βασιλεὺς οἰωνισάμενος τὸ ῥηθὲν προσέταξεν ἐᾶν κειμένην ὑπὸ τῷ θρόνῳ τὴν τράπεζαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: