previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

97.

αὐτὸς δὲ πάλιν μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς διὰ τοῦ ποταμοῦ τὸν πλοῦν ἐποιεῖτο μέχρι τῆς συμβολῆς τῶν προειρημένων ποταμῶν καὶ τοῦ Ἰνδοῦ. μεγάλων δὲ ῥείθρων εἰς ἕνα τόπον συρραττόντων ἴλιγγες πολλαὶ καὶ φοβεραὶ συνίσταντο καὶ τὰ σκάφη συστρέφουσαι διέφθειρον. τῆς δὲ τοῦ ῥεύματος βίας ὀξείας καὶ σφοδρᾶς οὔσης καὶ τῆς τῶν κυβερνητῶν τέχνης κατισχυομένης δύο μὲν μακραὶ ναῦς κατέδυσαν, τῶν δὲ ἄλλων πλοίων οὐκ ὀλίγα πρὸς τὴν γῆν ἐξέπεσε. [2] τῆς δὲ ναυαρχίδος καταρράκτῃ μεγάλῳ περιπεσούσης βασιλεὺς εἰς τὸν ἔσχατον ἦλθε κίνδυνον. διὸ καὶ τοῦ θανάτου πρὸ ὀφθαλμῶν ὄντος μὲν Ἀλέξανδρος ἀποθέμενος τὴν ἐσθῆτα γυμνῷ τῷ σώματι τῆς ἐνδεχομένης ἀντείχετο βοηθείας, οἱ δὲ φίλοι παρενήχοντο, σπεύδοντες ὑποδέξασθαι περιτρεπομένης τῆς νεὼς τὸν βασιλέα. [3] πολλῆς δὲ ταραχῆς περὶ τὴν ναῦν οὔσης καὶ τῶν μὲν ἀνδρῶν ἀντιταττομένων τῇ τοῦ ῥεύματος βίᾳ, τοῦ δὲ ποταμοῦ κατισχύοντος πᾶσαν ἀνθρωπίνην ἐπίνοιάν τε καὶ δύναμιν μόγις Ἀλέξανδρος μετὰ τῶν νεῶν εἰς τὴν γῆν ἐξέπεσεν. σωθεὶς δὲ παραδόξως τοῖς θεοῖς ἔθυσεν ὡς μεγίστους ἐκπεφευγὼς κινδύνους καὶ πρὸς ποταμὸν ὁμοίως Ἀχιλλεῖ διαγωνισάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: