previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Δημοκλείδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούνιον καὶ Κόιντον [p. 32] Αἰμίλιον, ὀλυμπιὰς δ᾽ ὑπῆρχεν ἕκτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ᾽ ἣν ἐνίκα στάδιον Δεινομένης Λάκων. [2] περὶ δὲ τούτους τοὺς καιροὺς Ἀντίγονος μὲν ἐκ τῆς Μεσοποταμίας ἀναζεύξας ἧκεν εἰς τὴν Βαβυλωνίαν κἀκεῖ συνέθετο κοινοπραγίαν Σελεύκῳ καὶ Πίθωνι: προσλαβόμενος δὲ καὶ παρὰ τούτων στρατιώτας ἔζευξε πλοίοις τὸν Τίγριν ποταμὸν καὶ περαιώσας τὰς δυνάμεις ὥρμησεν ἐπὶ τοὺς πολεμίους. [3] οἱ δὲ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὰ πεπραγμένα Ξενοφίλῳ μὲν τῷ τὴν ἐν Σούσοις ἄκραν φυλάττοντι ἐκέλευσαν μήτε τῶν χρημάτων Ἀντιγόνῳ δοῦναί τι μήτ᾽ εἰς λόγους ἔρχεσθαι, αὐτοὶ δὲ τὰς δυνάμεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸν Τίγριν ποταμόν, ἀπέχοντα Σούσων ὁδὸν ἡμέρας, τῆς ὀρεινῆς ἐκρεῖ τῆς ὑπὸ τῶν αὐτονόμων κατεχομένης, οὓς Οὐξίους προσαγορεύουσι, πλάτος μὲν κατὰ πολλοὺς μὲν τόπους τριῶν σταδίων, ἔστι δὲ ὅτε καὶ τεσσάρων, βάθος δὲ κατὰ μέσον τὸ ῥεῦμα πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων, καὶ φερόμενος μὲν ἀπὸ τῆς ὀρεινῆς ἐπὶ σταδίους ἑπτακοσίους εἰς τὴν Ἐρυθρὰν ἐξερεύγεται θάλασσαν, ἔχει δὲ καὶ θαλάσσιον ἰχθὺν πολὺν καὶ θηρία τῶν πελαγίων, φαίνεται μάλιστα περὶ κυνὸς ἀνατολάς. [4] τοῦτον δὲ τὸν ποταμὸν προβαλόμενοι καὶ πᾶσαν τὴν παραποταμίαν ἀπὸ τῶν [p. 33] πηγῶν ἕως τῆς θαλάσσης φυλακαῖς διαλαβόντες ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον. προσδεομένης δὲ τῆς φυλακῆς διὰ τὸ μῆκος στρατιωτῶν οὐκ ὀλίγων οἱ περὶ τὸν Εὐμενῆ καὶ Ἀντιγένη ἠξίωσαν τὸν Πευκέστην ἐκ τῆς Περσίδος μεταπέμψασθαι τοξότας μυρίους. [5] δὲ τὸ μὲν πρῶτον οὐ προσεῖχεν αὐτοῖς, μεμψιμοιρῶν ἐπὶ τῷ μὴ τετευχέναι τῆς στρατηγίας, ὕστερον δὲ δοὺς αὑτῷ λόγον συνεχώρησεν ὅτι κρατήσαντος Ἀντιγόνου συμβήσεται καὶ τὴν σατραπείαν αὐτὸν ἀποβαλεῖν καὶ περὶ τοῦ σώματος κινδυνεῦσαι. [6] ἀγωνιῶν οὖν ὑπὲρ αὑτοῦ καὶ τῆς στρατηγίας μᾶλλον τεύξεσθαι νομίζων ὡς πλείστους ἔχων στρατιώτας προσήγαγεν, καθάπερ ἠξίουν, τοξότας μυρίους. ἀπέχοντες δ᾽ ἔνιοι τῶν Περσῶν ὁδὸν ἡμερῶν τριάκοντα τὸ παραγγελθὲν αὐθημερὸν ἤκουον διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς: [7] ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν. τῆς γὰρ Περσίδος οὔσης αὐλωνοειδοῦς καὶ σκοπὰς ἐχούσης ὑψηλὰς καὶ πυκνὰς ἐπὶ τούτων ἐφειστήκεισαν οἱ μέγιστον φθεγγόμενοι τῶν ἐγχωρίων: διῃρημένων γὰρ τῶν τόπων εἰς φωνῆς ἀκοὴν οἱ παραλαμβάνοντες τὸ παραγγελθὲν ὁμοίως ἑτέροις παρεδίδοσαν, εἶτ᾽ ἐκεῖνοι πάλιν ἄλλοις, ἕως εἰς τὸ τέρμα τῆς σατραπείας τὸ δοθὲν παραδοθῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: