previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔπεσον δ᾽ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων εἰς διακοσίους, τῶν δὲ Καρχηδονίων οὐ πλείους χιλίων, ὡς δ᾽ ἔνιοι γεγράφασιν, ὑπὲρ τοὺς ἑξακισχιλίους. ἐν δὲ τῇ τῶν Καρχηδονίων παρεμβολῇ σὺν ταῖς ἄλλαις ὠφελείαις εὑρέθησαν ἅμαξαι πλείους, ἐν αἷς ἐκομίζετο ζεύγη χειροπεδῶν πλείω τῶν δισμυρίων: [2] ἐξ ἑτοίμου γὰρ οἱ βάρβαροι κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν. [3] ἀλλ᾽, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων εἰς τοὐναντίον μετατίθησιν. Ἀγαθοκλῆς μὲν οὖν Καρχηδονίους παραλόγως νικήσας τειχήρεις συνεῖχεν, τύχη δὲ ἐναλλὰξ τὰ προτερήματα τοῖς ἐλαττώμασιν ἐπεισαγαγοῦσα τοὺς ὑπερέχοντας ἴσον ἐταπείνωσε τοῖς ἡττωμένοις: [4] ἐν Σικελίᾳ μὲν γὰρ Καρχηδόνιοι μεγάλῃ νενικηκότες παρατάξει Ἀγαθοκλέα τὰς Συρακούσσας ἐπολιόρκουν, ἐν Λιβύῃ δὲ Ἀγαθοκλῆς τηλικαύτῃ μάχῃ προτερήσας εἰς πολιορκίαν ἐνέκλεισε Καρχηδονίους, καὶ τὸ θαυμασιώτατον, δυνάστης κατὰ μὲν τὴν νῆσον ἀκεραίους ἔχων τὰς δυνάμεις ἐλείπετο τῶν βαρβάρων, [p. 192] ἐπὶ δὲ τῆς ἠπείρου τῷ μέρει τῆς προηττημένης στρατιᾶς περιεγένετο τῶν νενικηκότων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: