previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προαποστείλαντος δ᾽ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετ᾽ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν. ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν: Ἐρύμνων δ᾽ Αἰτωλός, παρακαθεσταμένος ὑπ᾽ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές. [2] Ἀμίλκας δὲ μαθὼν τὰ δόξαντα τοῖς ἐν τῇ πόλει συνεπήγνυε μηχανὰς παντοίας, διεγνωκὼς προσβάλλειν. [3] Ἀγαθοκλῆς δὲ δύο τριακοντόρους μετὰ τὴν μάχην νεναυπηγημένος τὴν ἑτέραν ἀπέστειλεν εἰς Συρακούσσας, ἐρέτας ἐμβιβάσας τοὺς κρατίστους καὶ τῶν περὶ αὐτὸν πιστευομένων φίλων ἕνα Νέαρχον, ἀπαγγελοῦντα τοῖς ἰδίοις τὴν νίκην. [4] ἔπειτ᾽ εὐπλοίας γενομένης πεμπταῖοι ταῖς Συρακούσσαις νύκτωρ προσεπέλασαν καὶ στεφανωσάμενοι [p. 196] καὶ παιανίσαντες κατὰ τὸν πλοῦν ἅμ᾽ ἡμέρᾳ κατέπλεον ἐπὶ τὴν πόλιν. [5] αἱ δὲ φυλακίδες τῶν Καρχηδονίων αἰσθόμεναι κατὰ σπουδὴν ἐπεδίωκον καὶ οὐ πολὺ προειληφότων τῶν ὑποφευγόντων ἀγὼν τῆς εἰρεσίας ἐγίνετο. ἅμα δὲ τῇ τούτων φιλοτιμίᾳ συνέβη τούς τε ἐκ τῆς πόλεως καὶ τοὺς πολιορκοῦντας αἰσθομένους συνδραμεῖν ἐπὶ τὸν λιμένα καὶ τοῖς ἰδίοις ἑκατέρους συναγωνιῶντας ἀναβοᾶν θαρρεῖν. [6] ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δ᾽ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων. τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον. [7] Ἀμίλκας δ᾽ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων. οὗτοι δ᾽ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες: καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε. [8] γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν [p. 197] οὓς μὲν ἀπέκτειναν, οὓς δ᾽ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν. [9] ἐφ᾽ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: