Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἰ βουλοίμεθα τἀληθῆ ἀκοῦσαι καὶ ὅπως ἐπράχθη
ἕκαστα, παρὰ σὲ ἡμᾶς ἥκειν ἐκέλευσε. καὶ τὸν
[p. 414] Διόνικον γὰρ αὐτὸν εἰπεῖν ὡς αὐτὸς μὲν οὐ
παραγένοιτο ἅπασι, σὲ δὲ ἀκριβῶς εἰδέναι τὰ
γεγενημένα,καὶ τοὺς λόγους αὐτοὺς ἂν ^ ἀπομνημονεῦσαι
ἅτε μὴ παρέργως τῶν τοιούτων, ἀλλ᾽ ἐν σπουδῇ
ἀκροώμενον. ὥστε οὐκ ἂν φθάνοις ἑστιῶν ἡμᾶς ἡδίστην ταύτην ἑστίασιν, ἧς οὐκ οἶδα τις ^ ἡδίων ἔμοιγε, καὶ μάλιστα ὅσῳ νήφοντες ἐν εἰρήνῃ καὶ ἀναιμωτὶ ἔξω βέλους ἑστιασόμεθα, εἴτε γέροντες
ἐπαρῴνησάν τι παρὰ τὸ δεῖπνον εἴτε νέοι, εἰπεῖν τε ὅσα ἥκιστα ἐχρῆν ὑπὸ τοῦ ἀκράτου προαχθέντες καὶ πρᾶξαι.
Λυκῖνος
νεανικώτερα ἡμᾶς, ὦ Φίλων,
νεανικώτερα ἡμᾶς, ὦ Φίλων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.