This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
Ζεύς
τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται. [p. 452] Ἑρμῆς
οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις. κήρυττε δή. Ἑρμῆς
τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν; Ἀγοράστης
τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν; Ἑρμῆς
ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις. Ἀγοράστης
ἔξεστιν αὐτὸν ἀνακρίνειν; Ἑρμῆς
ἀνάκρινε ἀγαθῇ τύχῃ. Ἀγοράστης

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.