previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] μὴ διάτριβε: ἄλλον κάλει τὸν Περιπατητικόν.

Ἑρμῆς
σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.

Ἀγοράστης
ποῖος δέ τις ἐστί;

Ἑρμῆς
μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.

Ἀγοράστης
πῶς λέγεις;

Ἑρμῆς
ἄλλος μὲν ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ἔντοσθεν εἶναι δοκεῖ: ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.

Ἀγοράστης
τί δὲ γινώσκει μάλιστα; [p. 504]

Ἑρμῆς
τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.

Ἀγοράστης
ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;

Ἑρμῆς
εἴκοσι μνῶν.

Ἀγοράστης
πολλοῦ ^ λέγεις.

Ἑρμῆς
οὔκ, μακάριε: καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρ᾽ αὐτοῦ πόσον μὲν κώνωψ βιοῖ τὸν χρόνον, ἐφ᾽ ὁπόσον δὲ βάθος θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ψυχὴ τῶν ὀστρείων.

Ἀγοράστης
Ἡράκλεις τῆς ἀκριβολογίας.

Ἑρμῆς
τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;

Ἀγοράστης
πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.

Ἑρμῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: