previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατ᾽ ἐκεῖνα: γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν σοφός, ἤτοι φαγεῖν ἔχει οὔ: εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται: ἀλλ᾽ οὐδὲ ζήσεται: εἰ δὲ ἔχει, εἴτε παρ᾽ ἑαυτοῦ εἴτε παρ᾽ ἄλλου: εἰ μὲν οὖν παρ᾽ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃς ^ λέγει: εἰ δὲ παρ᾽ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται.

Τυχιάδης
πῶς οὐχ ἡδέως;

Σίμων
εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρ᾽ ἑαυτοῦ, πολλά τοι, Τυχιάδη, τὰ ἀηδέα ^ τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη: καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθ᾽ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. τί φής;

Τυχιάδης
κἀμοὶ δοκεῖ.

Σίμων
οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι: ὥστε [p. 262] πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλ᾽ οὐδὲ μὴν πλούσιος, παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα,^ τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. οὐχ οὕτως;

Τυχιάδης
νὴ Δία, κἀμοὶ δοκεῖ.

Σίμων
τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους: τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκος ^ οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: