Σίμων
ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστὶν ἡ γὰρ
ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε
γάρ, εἰ ἐπιτρέψειας ^ σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης
ἄν; ^
Σίμων
τί δ᾽, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;^
Σίμων
τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, δι᾽ ἧς δυνήσεται σώζειν ἑαυτόν;
Σίμων
οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς,
εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
Σίμων
οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
Τυχιάδης
πάνυ μὲν οὖν.
[p. 254]
Σίμων
τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.
Σίμων
καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας ^ καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν
συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν.
οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ
μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων
γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.