previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47] ταῦτα μὲν ἱκανῶς: ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν.

Σίμων
αὐτόν, Τυχιάδη, τὸν Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι.

Τυχιάδης
θαυμαστὰ λέγεις.

Σίμων
ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ᾽, Ἀχιλλεῦ, ἀλλ᾽ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι. καὶ πάλιν ὑποβάς, ‘ καὶ νῦν με δεξάμενος,’ φησίν, ‘ Πηλεὺς ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντ᾽ ὀνόμηνε.’ τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα: ἐλεύθερος γὰρ ἦν Πάτροκλος. τίνας τοίνυν λέγει τοὺς θεράποντας, εἰ [p. 298] μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρασίτους δῆλον ὅτι: καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράποντα ὀνομάζει.^ Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγεινἀτάλαντον Ἄρηϊ,’ Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: