Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[16]
ἐξῄει οὖν τὸ δεύτερον πλανησόμενος, ἱκανὰ
ἐφόδια τοὺς Χριστιανοὺς ἔχων, ὑφ᾽ ὧν
δορυφορούμενος ἐν ἅπασιν ἀφθόνοις ἦν. καὶ χρόνον μέν τινα
οὕτως ἐβόσκετο: εἶτα παρανομήσας τι καὶ ἐς ἐκείνους — ὤφθη γάρ τι, ὡς οἶμαι, ἐσθίων τῶν ἀπορρήτων αὐτοῖς — οὐκέτι προσιεμένων αὐτὸν
ἀπορούμενος ἐκ παλινῳδίας ἀπαιτεῖν ᾤετο δεῖν παρὰ τῆς πόλεως τὰ κτήματα, καὶ γραμματεῖον ἐπιδοὺς
ἠξίου ταῦτα κομίσασθαι κελεύσαντος βασιλέως. εἶτα τῆς πόλεως ἀντιπρεσβευσαμένης οὐδὲν
ἐπράχθη, ἀλλ᾽ ἐμμένειν ἐκελεύσθη οἷς ἅπαξ διέγνω μηδενὸς καταναγκάσαντος.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.