[4]
ἔτι γὰρ σὺ μέμνησαι ἐκείνων, εἴ τι ἐγὼ
ἔπαιξα ἐς γῆν κατελθών; ἀτὰρ οἶσθα ὅ μοι δοκεῖ περὶ
[p. 82]
τοῦ Ἰξίονος; κολάζειν μὲν μηδαμῶς αὐτὸν μηδὲ ἀπωθεῖν
τοῦ συμποσίου: σκαιὸν γάρ: ἐπεὶ δὲ ἐρᾷ καὶ ὡς
φὴς δακρύει καὶ ἀφόρητα πάσχει —
Ἥρα
τί, ὦ Ζεῦ; δέδια γᾴρ, μή τι ὑβριστικὸν καὶ σὺ εἴπῃς.
Ζεύς
οὐδαμῶς: ἀλλ᾽ εἴδωλον ἐκ νεφέλης πλασάμενοι
αὐτῇ σοι ὅμοιον, ἐπειδὰν λυθῇ τὸ συμπόσιον κἀκεῖνος
ἀγρυπνῇ, ὡς τὸ εἰκός, ὑπὸ τοῦ ἔρωτος, παρακατακλίνωμεν
αὐτῷ φέροντες: οὕτω γὰρ ἂν παύσαιτο
ἀνιώμενος οἰηθεὶς τετυχηκέναι τῆς ἐπιθυμίας.
Ἥρα
ἄπαγε, μὴ ὥρασιν ἵκοιτο τῶν ὑπὲρ αὐτον ἐπιθυμῶν.
Ζεύς
ὅμως ὑπόμεινον, ὦ Ἥρα. ἢ τί γὰρ ἂν καὶ
πάθοις δεινὸν ἀπὸ τοῦ πλάσματος, εἰ νεφέλῃ ὁ Ἰξίων συνέσται;
Ἥρα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.