[3]
ὅτι, ὦ Ἄπολλον, ἐκείνη μὲν αὐτῷ ἐν τῇ
Λήμνῳ σύνεστιν, ἡ δὲ Ἀφροδίτη ἐν τῷ οὐρανῷ: ἄλλως
τε περὶ τὸν Ἄρη ἔχει τὰ πολλὰ κἀκείνου ἐρᾷ, ὥστε ὀλίγον
αὐτῇ τοῦ χαλκέως τούτου μέλει.
Ἀπόλλων
καὶ ταῦτα οἴει τὸν Ἥφαιστον εἰδέναι;
Ἑρμῆς
οἶδεν: ἀλλὰ τί ἂν δρᾶσαι δύναιτο γενναῖον
ὁρῶν νεανίαν καὶ στρατιώτην αὐτόν; ὥστε τὴν ἡσυχίαν
ἄγει: πλὴν ἀπειλεῖ γε δεσμά τινα ἐπιμηχανήσεσθαι αὐτοῖς
καὶ συλλήψεσθαι σαγηνεύσας ἐπὶ τῆς εὐνῆς.
Ἀπόλλων
οὐκ οἶδα: εὐξαίμην δ᾽ ἂν αὐτὸς ὁ ξυλληφθησόμενος εἶναι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.