previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. ὡς δ᾽ οὖν τοῦθ᾽ οἱ στρατιῶται ἔπραξαν, πᾶσάν τε ὀλίγου τὴν ἀρχὴν Μιθριδάτης ἀνεκτήσατο καὶ τὴν Καππαδοκίαν ἰσχυρῶς ἐλυμήνατο, μήτε Λουκούλλου, προφάσει τοῦ τὸν Ἀκίλιον ἐγγὺς εἶναι, μήτε ἐκείνου προσαμύνοντος αὐτῇ: 1 ἐπειγόμενος γὰρ πρότερον ὡς καὶ τὴν τοῦ Λουκούλλου νίκην ὑφαρπάσων, τότε, ἐπειδὴ τῶν γεγονότων ᾔσθετο, οὔτε πρὸς τὰ στρατόπεδα ἦλθε καὶ ἐν τῇ Βιθυνίᾳ [2] ἐχρόνισε. Μάρκιος δὲ Λουκούλλῳ μὲν οὐκ ἐπεκούρησε, πρόσχημα τοὺς στρατιώτας ὡς οὐκ ἐθελήσαντάς οἱ ἀκολουθῆσαι ποιησάμενος, ἐς δὲ τὴν [p. 26] Κιλικίαν ἀφικόμενος Μενέμαχόν τινα ἀπαυτομολήσαντα 2 ἀπὸ τοῦ 3 Τιγράνου ἐδέξατο, καὶ τὸν Κλώδιον ἀποστάντα ἀπὸ τοῦ Λουκούλλου δέει τῶν ἐν τῇ Νισίβι γενομένων ἐπὶ τὸ ναυτικὸν ἐπέστησεν: ἀδελφὴν γάρ τινα αὐτοῦ καὶ ἐκεῖνος [3] γυναῖκα εἶχε. καὶ μὲν ἁλούς τε ἐς καταποντιστάς, καὶ ἀφεθεὶς ὑπ᾽ 4 αὐτῶν πρὸς τὸν ἐκ τοῦ Πομπηίου φόβον, ἔς τε τὴν Ἀντιόχειαν τῆς Συρίας ἦλθεν ὡς καὶ πρὸς τοὺς Ἀραβίους, πρὸς οὓς τότε διεφέροντο, συμμαχήσων σφίσι, κἀνταῦθα στασιάζων τινὰς ὁμοίως ὀλίγου διεφθάρη.

[17α] καὶ τὴν νῆσον ἅπασαν ἐχειρώσατο μετὰ τοῦτο, καίτοι πρὸς τοῦ Πομπηίου τοῦ Μάγνου, ἤδη τῆς θαλάσσης ξυμπάσης ἄρχοντος καὶ τῆς ἠπείρου ὅσον ἡμερῶν ἀπὸ θαλάσσης τριῶν, ἐμποδιζόμενός τε καὶ κωλυόμενος ὡς αὐτῷ προσηκουσῶν καὶ τῶν νήσων. ἀλλ᾽ ὅμως καὶ ἄκοντος Πομπηίου τῷ Κρητικῷ πολέμῳ τέλος Μέτελλος ἐπιθεὶς θρίαμβόν τε ἀπ᾽ αὐτοῦ κατήγαγε καὶ Κρητικὸς ἐπεκλήθη.” Xiphil. p. 1, 13-20 Dind. “ ”

1 au)th=| Reim., au)th=s *wP.

2 a)pautomolh/santa H. Steph., e)pautomolh/santa *wP.

3 a)po\ tou= Bs., tou= *wP.

4 u(p' St., a)p' *wP.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: