previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἐς τοσοῦτον μὲν δὴ τὰ τῶν καταποντιστῶν ἤρθη ὥστε καὶ μέγαν καὶ συνεχῆ καὶ ἀπροφύλακτον καὶ ἄπιστον τὸν πόλεμον αὐτῶν γενέσθαι: οἱ δὲ δὴ Ῥωμαῖοι ἤκουον μέν που αὐτά, καί τινα καὶ ἑώρων ῾οὔτε γὰρ ἄλλο τι τῶν ἐπακτῶν ἐφοίτα σφίσι καὶ σιτοπομπία παντελῶς ἀπεκέκλειτὀ, [2] οὐ μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλ᾽ ἐξέπεμπον μὲν καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθ᾽ ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δ᾽ οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους δι᾽ αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο. τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ [3] πολλὰς ἡμέρας τι καὶ χρὴ πρᾶξαι. τῇ τε γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὔθ᾽ ἅμα πᾶσί σφισιν οὔτ᾽ αὖ καθ᾽ ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες ῾ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαἰ ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο, [4] πρὶν δὴ Αὖλός τις Γαβίνιος 1 δήμαρχος [p. 36] γνώμην ἔδωκεν, εἴτ᾽ οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας ῾οὐ γάρ που καὶ ὑπ᾽ εὐνοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε: κάκιστος γὰρ ἀνὴρ ἦν᾽, στρατηγὸν ἕνα αὐτοκράτορα ἐφ᾽ ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι, τρισί τε ἔτεσιν ἄρξοντα καὶ δυνάμει παμπληθεῖ μεθ᾽ ὑποστρατήγων πολλῶν [5] χρησόμενον. ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομπηίου ὄνομα οὐκ εἶπεν: εὔδηλον δὲ ἦν ὅτι, ἂν ἅπαξ τι τοιοῦτον ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται.

1 *gabi/nios Bk., gaoui/nios L regularly.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: