previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

54. οὐ μέντοι καὶ ἐν ἡσυχίᾳ διεχείμασεν. Ὀροίσης γὰρ Ἀλβανῶν τῶν ὑπὲρ τοῦ Κύρνου οἰκούντων βασιλεύς, τὸ 1 μέν τι καὶ τῷ Τιγράνῃ τῷ νεωτέρῳ φίλῳ οἱ ὄντι χαρίσασθαι βουληθείς, τὸ δὲ δὴ πλεῖστον δείσας μὴ καὶ ἐς τὴν Ἀλβανίδα οἱ Ῥωμαῖοι ἐσβάλωσι, καὶ νομίσας ὅτι, ἂν ἐν τῷ χειμῶνι ἀδοκήτοις σφίσι καὶ μὴ καθ᾽ ἓν στρατοπεδευομένοις προσπέσῃ, πάντως τι ἐξεργάσεται, ἐστράτευσεν ἐπ᾽ αὐτοὺς παρ᾽ αὐτὰ τὰ Κρόνια, [2] καὶ αὐτὸς μὲν ἐπὶ Μέτελλον Κέλερα, παρ᾽ Τιγράνης ἦν, ἤλασεν, ἄλλους δὲ ἐπὶ τὸν Πομπήιον καὶ ἄλλους ἐπὶ Λούκιον Φλάκκον τὸν τῆς τριτημορίδος ἄρχοντα ἔπεμψεν, ὅπως πάντες ἅμα [3] ταραχθέντες μὴ συμβοηθήσωσιν ἀλλήλοις. οὐ μὴν καὶ διεπράξατο οὐδαμόθι οὐδέν: ἐκεῖνόν τε γὰρ Κέλερ ἰσχυρῶς ἀπεκρούσατο, καὶ Φλάκκος ἐπειδὴ πολὺν τὸν περίβολον τῆς ταφρείας ὄντα ἀδύνατος ἦν ὑπὸ τοῦ μεγέθους σῶσαι, ἑτέραν ἔνδοθεν ἐποιήσατο, καὶ δόξαν ἀπ᾽ αὐτοῦ τοῖς ἐναντίοις ὡς καὶ φοβηθεὶς ἐμβαλών, ἐπεσπάσατο [4] αὐτοὺς εἴσω τῆς ἔξωθεν τάφρου, κἀνταῦθα μὴ προσδεχομένοις σφίσιν ἐπεκδραμὼν πολλοὺς μὲν ἐν χερσί, πολλοὺς δὲ καὶ φεύγοντας ἐφόνευσε. κἀν τούτῳ Πομπήιος προμαθών τε τὴν 2 πείρασιν τῶν βαρβάρων ἣν ἐπὶ τοὺς ἄλλους ἐπεποίηντο, προαπήντησε τοῖς ἐφ᾽ ἑαυτὸν ἐπιοῦσιν 3 ἀπροσδόκητος, καὶ κρατήσας ἐπὶ τὸν Ὀροίσην εὐθὺς ὥσπερ εἶχεν ἠπείχθη. καὶ ἐκεῖνον μὲν οὐ κατέλαβεν ῾ἀπωσθείς τε γὰρ ὑπὸ τοῦ Κέλερος καὶ μαθὼν καὶ τὰ τῶν ἄλλων πταίσματα [p. 94] [5] ἔφυγἐ, τῶν μέντοι Ἀλβανῶν συχνοὺς περὶ τὴν τοῦ Κύρνου διάβασιν συλλαβὼν ἔφθειρε. κἀκ τούτου δεηθεῖσιν αὐτοῖς ἐσπείσατο: ἄλλως μὲν γὰρ καὶ σφόδρα ἐπεθύμει ἐς τὴν χώραν αὐτῶν ἀντεμβαλεῖν, διὰ δὲ δὴ τὸν χειμῶνα ἡδέως τὸν πόλεμον ἀνεβάλετο.

1 to\ Xyl., tw=i L.

2 te th\n Bk., th/n te L.

3 e)piou=sin R. Steph., a)piou=sin I.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: