previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. οὕτως ἐσώθη: Πομπήιος δὲ οὐδὲν τούτοις ἐκπλαγεὶς ἔς τε τὸ συνέδριόν ποτε ἐσεπήδησεν, ὑπεναντιούμενος αὐτῷ ψηφιεῖσθαι μέλλοντι, 1 καὶ ἐκεῖνό τε κυρωθῆναι ἐκώλυσε, καὶ τοῦ Μαρκελλ- [p. 350] λίνου μετὰ τοῦτο πυθομένου δημοσίᾳ αὐτοῦ εἰ ὄντως ἐπιθυμεῖ ὑπατεῦσαι, ἐλπίδι τοῦ κατοκνήσειν αὐτὸν σπουδαρχεῖν ὁμολογῆσαι, τῶν μὲν δικαίων ἀνδρῶν ἕνεκα οὐδὲν τῆς ἀρχῆς δεῖσθαι ἔφη, διὰ δὲ δὴ τοὺς ταραχώδεις καὶ σφόδρα αὐτῆς [2] ἀντιποιεῖσθαι. ὡς οὖν τούτῳ 2 φανερῶς ἐνέκειτο, καὶ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐδ᾽ ἀπηρνήσατο, ἀλλ᾽ ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰπὼν ὅτι πάνθ᾽ ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν τε Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήν τε παρασκευὴν αὐτῶν καὶ τὴν ἀντίταξιν, καὶ οὐδὲ ἀπήντων [3] ἔτι ἐς τὸ βουλευτήριον. μὴ συλλεγομένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψηφισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐδὲ χρηματισθῆναί τι ἀρχὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ [4] ἐνιαυτὸς 3 οὕτω διέβη. οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς πραχθέντος ποιουμένας, 4 ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλ᾽ ὥσπερ δεδουλωμένοι, καὶ μήτ᾽ ἀρχὰς ἑλέσθαι μήτ᾽ ἄλλο τι πολιτικὸν πρᾶξαι 5 ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον.

1 me/llonti R. Steph., me/llontos L.

2 tou/tw| R. Steph., tou=to L.

3 a)lla\ o( e)niauto\s Canter, a)lla\ qe/sei au)to\s L.

4 poioume/nas R. Steph., poiou/mena L.

5 pra=cai Bk., pra/casqai L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: