previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45. ἔτι δ᾽ αὐτοῦ ἐν τῇ Οὐενετίᾳ ὄντος Κύιντος Τιτούριος Σαβῖνος ὑποστράτηγός τε ἐστάλη ἐπὶ Οὐενέλλους, 1 ὧν ἡγεῖτο Οὐιριδοῦιξ, 2 καὶ τὰ μὲν πρῶτα καὶ πάνυ τὸ πλῆθος αὐτῶν κατεπλάγη, [2] ὥστ᾽ ἀγαπᾶν ἂν τό γε 3 ἔρυμα διασώσηται, ἔπειτα δὲ αἰσθόμενός σφας θρασύτερον μὲν ἀπὸ τούτου διακειμένους, οὐ μὴν καὶ τῷ ἔργῳ δεινοὺς ὄντας, οἷά που οἱ πολλοὶ τῶν βαρβάρων ἐν ταῖς ἀπειλαῖς [p. 374] πᾶν τὸ φοβερὸν διὰ κενῆς ἐπικομποῦσιν, ἀνεθάρσησε. καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐδ᾽ οὕτως ἐτόλμησέ σφισι συνενεχθῆναι ῾τῷ γὰρ πλήθει πολὺ [3] κατείργετὀ, πρὸς δὲ δὴ τὸ τάφρευμα τὸ ἑαυτοῦ μετεώρου 4 τοῦ χωρίου ὄντος ὑπηγάγετο αὐτοὺς ἀπερισκέπτως προσβαλεῖν: τῶν γὰρ συμμάχων τινὰ ὁμοφωνοῦντά σφισιν ὑπὸ τὴν ἐσπέραν ὡς αὐτόμολον πέμψας, ἔπεισεν αὐτοὺς ὅτι τε Καῖσαρ [4] ἐπταικὼς εἴη ... καὶ οὕτω 5 πιστεύσαντες ἀπερισκέπτως ἐκεῖνοι ῾πάνυ γάρ τι 6 διακορεῖς καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ἦσαν᾽ εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους, μὴ καὶ φθάσωσί σφας φυγόντες, ὥρμησαν, καὶ ἔδει γὰρ μηδὲ πυρφόρον τῷ λόγῳ αὐτῶν σωθῆναι, φρύγανα καὶ ξύλα τὰ μὲν ἀράμενοι τὰ δὲ ἐφελκόμενοι ὡς καὶ καταπρήσοντες [5] αὐτούς, πρός τε τὸ ὄρθιον προσέβαλον καὶ σπουδῇ προσανέβαινον, μηδενός σφισιν ἐναντιουμένου: γὰρ Σαβῖνος οὐκ ἐκινήθη πρὶν ἐντὸς τῆς ἐπικρατείας αὐτοῦ τοὺς πλείους αὐτῶν γενέσθαι. τότε δὲ ἐπικατέδραμέ σφισιν ἁπανταχόθεν ἅμα ἀπροσδόκητος, καὶ τοὺς πρώτους ἐκπλήξας κατήραξε [6] κατὰ τοῦ πρανοῦς ἅπαντας, κἀνταῦθα αὐτοὺς ἐν τῇ ἀναστροφῇ περί τε ἀλλήλοις καὶ περὶ τοῖς ξύλοις 7 σφαλλομένους κατέκοψεν οὕτως ὥστε [7] μηδένα αὐτῶν μηδὲ τῶν ἄλλων ἔτ᾽ ἀντᾶραι. ἄπληστοι γὰρ ἀλογίστως οἱ Γαλάται ἐς πάνθ᾽ ὁμοίως ὄντες οὔτε τὸ θαρσοῦν σφων οὔτε τὸ δεδιὸς μετριάζουσιν, ἀλλὰ ἔκ τε τούτου 8 πρὸς δειλίαν ἀνέλ- [p. 376] πιστον καὶ ἐξ ἐκείνου πρὸς θάρσος προπετὲς ἐκπίπτουσιν.

1 *ou)ene/llous Bs., ou)enesi/ous L.

2 *ou)iridou=ic R. Steph., i)doui\c L.

3 w(/st' a)gapa=n a)\n to/ ge St., w(/st' a)gapa=n ei) to\ Leuncl., w(s ta\ pa/ntote L.

4 metew/rou Reim., h(= metew/rou L.

5 ou(/tw R. Steph., ou(/tws L.

6 ti Bk., toi L.

7 cu/lois Rk., culi/nois L.

8 tou/tou Rk., tou= L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: