previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. κατῆλθέ τε οὖν Κικέρων καὶ χάριν τῇ τε βουλῇ καὶ τῷ δήμῳ, παρασχόντων αὐτῷ τῶν ὑπάτων καὶ 1 τὸ συνέδριον καὶ τὴν ἐκκλησίαν, ἔγνω. τῷ τε Πομπηίῳ τὴν ἔχθραν τὴν ἐπὶ τῇ φυγῇ μεθεὶς συνηλλάγη, καὶ τήν γε 2 εὐεργεσίαν παραχρῆμα [2] ἀπέδωκε: λιμοῦ γὰρ ἐν τῇ πόλει ἰσχυροῦ γενομένου, καὶ τοῦ ὁμίλου παντὸς ἔς τε τὸ θέατρον % οἵῳ δὲ δὴ καὶ τότε ἔτι θεάτρῳ ἐς τὰς πανηγύρεις ἐχρῶντὀ καὶ μετὰ τοῦτο καὶ ἐς τὸ Καπιτώλιον ἐπὶ τοὺς βουλευτὰς συνεδρεύοντας ἐσπηδήσαντος, καὶ τοτὲ μὲν ἐν χερσὶν αὐτοὺς ἀποσφάξειν τοτὲ δὲ καὶ καταπρήσειν αὐτοῖς 3 τοῖς ναοῖς ἀπειλοῦντος, [3] ἔπεισέ σφας ἐπιμελητὴν τοῦ σίτου τὸν [p. 322] Πομπήιον προχειρίσασθαι, καὶ διὰ τοῦτο καὶ ἀρχὴν αὐτῷ ἀνθυπάτου καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω ἐπὶ πέντε ἔτη δοῦναι. καὶ μέν, ὥσπερ ἐπὶ τοῖς καταποντισταῖς πρότερον οὕτω καὶ τότε ἐπὶ τῷ σίτῳ 4 πάσης αὖθις τῆς οἰκουμένης τῆς ὑπὸ τοῖς Ῥωμαίοις τότε οὔσης ἄρξειν ἔμελλε:

1 kai\ Bs., kai\ kata\ L.

2 ge R. Steph., te L.

3 au)toi=s Bs., su\n au)toi=s L.

4 si/ty supplied by Rk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: