previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. δύνωμαι. 1 οὔτε γὰρ ἄλλως καλὸν δίκαιον, ὅσα τις τοῖς διχογνωμονήσασιν ἐπεκάλεσε, ταῦτα αὐτὸν ποιοῦντα ἐξελεγχθῆναι: οὔτ᾽ ἂν ἔγωγε ἀξιώσαιμί ποτε, τῇ τῶν ἔργων ζηλώσει ὁμοιωθεὶς αὐτοῖς, μόνῃ τῇ τῆς παντελοῦς νίκης φήμῃ [2] διαλλάξαι. τίς μὲν γὰρ πλείω καὶ μείζω τινὰς εὖ ποιεῖν ὀφείλει τοῦ μάλιστα δυναμένου; τίς δὲ ἧττον ἐξαμαρτάνειν τοῦ πλεῖστον ἰσχύοντος; τίς εὐβουλότερον τοῖς ἐκ τοῦ δαιμονίου δοθεῖσι χρῆσθαι τοῦ τὰ μέγιστα παρ᾽ αὐτοῦ λαβόντος; τίς ὀρθότερον τὰ παρόντα ἀγαθὰ μεταχειρίζεσθαι τοῦ πλεῖστά τε ἔχοντος καὶ μάλιστα περὶ [3] αὐτῶν μὴ καὶ ἀπόληται φοβουμένου; μὲν γὰρ εὐπραγία σωφροσύνην λαβοῦσα διαμένει, καὶ ἐξουσία μετριάσασα πάντα τὰ κτηθέντα τηρεῖ: τό τε μέγιστον, καὶ ὅπερ ἥκιστα τοῖς εὖ 2 χωρὶς ἀρετῆς φερομένοις ὑπάρχει, καὶ ζῶσιν ἀδόλως φιλεῖσθαι καὶ τελευτήσασιν ἀληθῶς [4] ἐπαινεῖσθαι διδόασιν. δὲ ἀνέδην 3 ἐς πάντα ἁπλῶς τῇ δυνάμει καταχρώμενος οὔτε εὔνοιαν ἀληθῆ οὔτ᾽ ἀσφάλειαν ἀκριβῆ εὑρίσκεται, ἀλλ᾽ ἐν μὲν τῷ φανερῷ πλαστῶς κολακεύεται. ... 4 τὸν γὰρ τῆς ἑαυτοῦ ἐξουσίας ἀκράτορα 5 οἵ τε ἄλλοι πάντες καὶ οἱ μάλιστα αὐτῷ χρώμενοι καὶ ὑποπτεύουσι καὶ φοβοῦνται.

1 du/nwmai H. Steph., du/namai L.

2 eu)= Bk., ou) L.

3 a)ne/dhn Rk., a)nai/dhn L.

4 Lacuna recognized by Reim.

5 a)kra/tora Bk., au)tokra/tora L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: