previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. κρατήσας δὲ οὕτως Καῖσαρ καὶ τὴν Κόρδουβαν εὐθὺς ἔλαβεν: τε γὰρ Σέξτος οἱ προεξεχώρησε, 1 καὶ οἱ ἐπιχώριοι, καίτοι τῶν δούλων ἀνθισταμένων σφίσιν ἐπειδήπερ ἠλευθέρωντο, [2] προσεχώρησαν αὐτῷ. καὶ ὃς τοὺς μὲν ἐν τοῖς ὅπλοις ὄντας ἀπέσφαξε, τοὺς δὲ λοιποὺς ἐξηργυρίσατο. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τοὺς τὴν Ἴσπαλιν ἔχοντας ἔδρασεν, οἳ 2 τὸ μὲν πρῶτον ὡς καὶ ἑκούσιοι φρουρὰν παρ᾽ αὐτοῦ ἐσεδέξαντο, ἔπειτα δὲ διαφθείραντες τοὺς ἐλθόντας ἐπολέμησαν. [3] ἐπεστράτευσέ τε οὖν ἐπ᾽ αὐτούς, καὶ ἀμελέστερον [p. 282] δῆθεν προσεδρεύων ἐλπίδας σφίσιν ὡς καὶ διαφυγεῖν δυνησομένοις παρέσχε. κἀκ τούτου περιορῶν δὴ τοὺς ἐκ τοῦ τείχους ἐξιόντας ἐκείνους τε ἐλόχιζε καὶ ἀπώλλυε, καὶ τὴν πόλιν οὕτως [4] ἀνδρῶν κατὰ βραχὺ ἐρημωθεῖσαν εἷλε. καὶ μετὰ τοῦτο καὶ τὴν Μοῦνδαν καὶ τὰ ἄλλα, τὰ μὲν ἀκούσια σὺν πολλῷ φόνῳ, τὰ δὲ καὶ ἐθελούσια παρέλαβε καὶ ἠργυρολόγησεν, ὥστε μηδὲ τῶν τοῦ Ἡρακλέους ἀναθημάτων τῶν ἐν τοῖς Γαδείροις ἀνακειμένων φείσασθαι, χώρας τέ τινων ἀπετέμετο, καὶ ἑτέροις τὸν φόρον προσεπηύξησε. [5] ταῦτα μὲν τοὺς ἀντιπολεμήσαντάς οἱ ἔδρασε, τοῖς 3 δὲ εὔνοιάν τινα αὐτοῦ σχοῦσιν ἔδωκε μὲν καὶ χωρία καὶ ἀτέλειαν, πολιτείαν τέ τισι, καὶ ἄλλοις ἀποίκοις τῶν Ῥωμαίων νομίζεσθαι, οὐ μὴν καὶ προῖκα αὐτὰ ἐχαρίσατο.

1 proecexw/rhse Xyl., prosecexw/rhse L.

2 e)/drasen oi(\ Bk., e)/drase kai\ L.

3 toi=s R. Steph., tou\s L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: