previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45. ἔδοσαν. οὐ μὴν ἀλλ᾽ ἐκεῖνα μὲν εἰ καὶ ὑπέρογκα ἔξω τε τοῦ καθεστηκότος τισὶν 1 ἐδόκει εἶναι, οὔτι γε καὶ ἀδημοκράτητα ἦν: ἕτερα δὲ δὴ τοιάδε ἐψηφίσαντο δι᾽ ὧν καὶ μόναρχον αὐτὸν ἄντικρυς ἀπέδειξαν. τάς τε γὰρ ἀρχὰς αὐτῷ καὶ τὰς τοῦ πλήθους ἀνέθεσαν, καὶ ὕπατον αὐτὸν ἐπὶ δέκα ἔτη, ὥστε καὶ δικτάτορα πρότερον, προεχειρίσαντο: [2] στρατιώτας τε μόνον ἔχειν καὶ τὰ δημόσια χρήματα μόνον διοικεῖν ἐκέλευσαν, ὥστε μηδενὶ ἄλλῳ μηδετέρῳ αὐτῶν, ὅτῳ μὴ 2 ἐκεῖνος ἐπιτρέψειεν, ἐξεῖναι χρῆσθαι. καὶ τότε μὲν ἀνδριάντα αὐτοῦ ἐλεφάντινον, ὕστερον δὲ καὶ ἅρμα ὅλον ἐν ταῖς ἱπποδρομίαις μετὰ τῶν θείων [3] ἀγαλμάτων πέμπεσθαι ἔγνωσαν. ἄλλην τέ τινα εἰκόνα ἐς τὸν τοῦ Κυρίνου 3 ναὸν Θεῷ ἀνικήτῳ ἐπιγράψαντες, καὶ ἄλλην ἐς τὸ Καπιτώλιον παρὰ τοὺς βασιλεύσαντάς ποτε ἐν τῇ Ῥώμῃ [p. 292] [4] ἀνέθεσαν. καί μοι θαυμάσαι τῆς συντυχίας ἐπέρχεται: ὀκτὼ γὰρ ἅμα αὐτῶν ῾ἑπτὰ μὲν ἐκείνοις, ὀγδόης 4 δὲ τῷ γε 5 Βρούτῳ τῷ τοὺς Ταρκυνίους 6 καταλύσαντἰ οὐσῶν παρὰ ταύτην τότε τὴν τοῦ Καίσαρος ἔστησαν, καὶ δῆτα καὶ ἐκ τούτου ὅτι μάλιστα Βροῦτος Μᾶρκος κινηθεὶς ἐπεβούλευσεν αὐτῷ.

1 tisi\n Naber, sfi/sin L.

2 mh\ Bk., mhde\ L.

3 *kuri/nou R. Steph., kuiri/nou L.

4 o)gdo/hs Bk., o)gdo/wi L.

5 ge H. Steph., te L.

6 *tarkuni/ous R. Steph., tarkuini/ous L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: