previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26.

ὑπάρχει μὲν οὖν ὑμῖν 1 τοῦθ᾽, ὅπερ εἶπον, οἴκοθεν καὶ παρὰ τῶν προγόνων λαβοῦσιν ὀρθῶς βουλεύσασθαι: καὶ διὰ τοῦτο οὐδὲ ξενικοῖς παραδείγμασι χρῆσθαι ἠθέλησα, μυρία ἂν εἰπεῖν ἔχων. ἓν δ᾽ οὖν ὅμως τῆς ἀρίστης καὶ ἀρχαιοτάτης πόλεως, παρ᾽ ἧς οὐδ᾽ οἱ πατέρες ἡμῶν ἐπάγεσθαί τινας νόμους ἀπηξίωσαν, παρέξομαι: [2] καὶ γὰρ αἰσχρὸν ἂν εἴη τοσοῦτον ἡμᾶς καὶ τῇ ῥώμῃ καὶ τῇ γνώμῃ τῶν Ἀθηναίων ὑπερέχοντας χεῖρον αὐτῶν βουλεύεσθαι. ἐκεῖνοι τοίνυν ῾λέγω δὲ πάντες ἴστἐ στασιάσαντές ποτε, καὶ ἐκ τούτου καὶ ὑπὸ 2 τῶν Λακεδαιμονίων καταπολεμηθέντες καὶ ὑπὸ 3 τῶν δυνατωτέρων πολιτῶν [3] τυραννηθέντες, οὐ πρότερον ἀπηλλάγησαν τῶν κακῶν πρὶν συνθέσθαι καὶ διομολογήσασθαι τῶν τε συμβεβηκότων σφίσι, πολλῶν που καὶ δεινῶν ὄντων, ἐπιλήσεσθαι, καὶ μηδὲν τὸ παράπαν ὑπὲρ αὐτῶν μήτε ἐγκαλέσειν ποτὲ μήτε μνησικακήσειν [4] τινί. τοιγάρτοι σωφρονήσαντες οὕτως οὐχ ὅτι τυραννούμενοι καὶ στασιάζοντες ἐπαύσαντο, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν εὐθένησαν 4 καὶ τήν τε πόλιν ἀνεκτήσαντο καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀντεποιήσαντο, καὶ τέλος κύριοι καὶ σῶσαι καὶ ἀπολέσαι καὶ τοὺς Λακεδαιμονίους αὐτοὺς καὶ [5] τοὺς Θηβαίους πολλάκις ἐγένοντο. καίτοι εἰ ἠθελήκεσαν 5 ἐκεῖνοι οἱ τὴν Φυλὴν καταλαβόντες καὶ ἐκ τοῦ Πειραιῶς κατελθόντες τιμωρήσασθαι [p. 350] τοὺς ἐκ τοῦ ἄστεως ὑπὲρ ὧν ἠδίκηντο, εὔλογον μὲν ἂν πρᾶγμα πεποιηκέναι ἐδεδόχεσαν, πολλὰ δ᾽ ἂν καὶ ἐδεδράκεσαν κακὰ καὶ ἐπεπόνθεσαν. [6] ὥσπερ γὰρ κρείττους αὐτῶν παρὰ τὴν ἐλπίδα ἐγένοντο, τάχ᾽ ἄν τι καὶ ἠλαττώθησαν αὖθις.

1 u(mi=n R. Steph., h(mi=n L.

2 u(po\ Pflugk, e)k L.

3 u(po\ Pflugk, e)k L.

4 eu)qe/nhsan Dind., eu)qh/nhsan L.

5 h)qelh/kesan St., e)teqelh/kesan L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: