previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50. τοιαῦτα τοῦ Ἀντωνίου λέγοντος δῆμος τὰ μὲν πρῶτα ἠρεθίζετο, ἔπειτα δὲ ὠργίζετο, καὶ τέλος οὕτως ἐφλέγμηνεν ὥστε τούς τε 1 φονέας αὐτοῦ ζητεῖν καὶ τοῖς ἄλλοις βουλευταῖς ἐγκαλεῖν, ὅτι οἱ μὲν ἀπέκτειναν οἱ δὲ ἐπεῖδον ἀποθνήσκοντα ἄνδρα ὑπὲρ οὗ δημοσίᾳ κατ᾽ ἔτος εὔχεσθαι ἐψηφίσαντο, καὶ οὗ τήν τε ὑγίειαν τήν τε τύχην ὤμνυσαν, καὶ ὃν ἐξ ἴσου τοῖς δημάρχοις ἄσυλον [2] ἐπεποιήκεσαν. κἀκ τούτου τό τε σῶμα αὐτοῦ ἁρπάσαντες οἱ μὲν ἐς τὸ οἴκημα ἐν ἀπέσφακτο, οἱ δὲ ἐς τὸ Καπιτώλιον κομίσαι τε ἐβούλοντο καὶ ἐκεῖ καῦσαι, κωλυθέντες δὲ ὑπὸ τῶν στρατιωτῶν φόβῳ τοῦ μή καὶ τὸ θέατρον τούς τε ναοὺς συγκαταπρησθῆναι, αὐτοῦ ἐν τῇ ἀγορᾷ, ὥσπερ [3] εἶχον, 2 ἐπὶ πυρὰν ἐπέθηκαν. πολλὰ δ᾽ ἂν καὶ ὣς τῶν πέριξ οἰκοδομημάτων ἐφθάρη, εἰ μὴ οἵ τε στρατιῶται ἐμποδὼν ἐγένοντο καί τινας τῶν θρασυτέρων οἱ ὕπατοι κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἔωσαν. 3 οὐ μέντοι καὶ ἐπαύσαντο διὰ [4] τοῦτο οἱ λοιποὶ ταραττόμενοι, ἀλλ᾽ ἐπί τε τὰς οἰκίας τῶν σφαγέων ὥρμησαν, καὶ ἄλλους τε ἐν τούτῳ καὶ Ελούϊον Κίνναν δημαρχοῦντα μάτην ἀπέκτειναν: οὐ γὰρ ὅπως ἐπεβούλευσε τῷ Καίσαρι, ἀλλὰ καὶ ἐν τοῖς μάλιστα αὐτὸν ἠγάπα. ἐπλανήθησαν δὲ ὅτι Κορνήλιος Κίννας

1 te Bk., me\n LM.

2 ei)=xon Xyl., ei)=pon LM.

3 e)/wsan Dind., w)/san L, w)=san M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: