previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

47. δ᾽ οὖν Καῖσαρ τοῖς μὲν στρατιώταις τά τε χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω: ἄνευ γὰρ τῆς παρ᾽ αὐτῶν φρουρᾶς οὐδὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα: τῇ δὲ δὴ γερουσίᾳ χάριν μέν που, πλαστῶς δὲ δὴ καὶ προσποιητῶς, ἔσχεν: γὰρ βιασάμενός σφας εὕρητο, ταῦθ᾽ ὡς καὶ παρ᾽ ἑκόντων αὐτῶν εἰληφὼς ἐν εὐεργεσίας μέρει δῆθεν [2] ἐτίθετο. καὶ ἐκεῖνοι οὖν ἐπί τε τούτοις, ὡς καὶ ἐθελονταὶ αὐτὰ δεδωκότες, ἐσεμνύνοντο, καὶ προσέτι ὃν οὐδ᾽ ὕπατον ἑλέσθαι πρότερον ἠθελήκεσαν, τούτῳ καὶ μετὰ τὴν ἀρχὴν πάντων τῶν ἀεὶ ὑπατευόντων, ὁσάκις ἂν ἐν στρατοπέδῳ , προτιμᾶσθαι [3] ἔδοσαν: τε δίκας ἐπάξειν ὅτι δυνάμεις καθ᾽ ἑαυτὸν μηδενὸς ψηφισαμένου συνέστησεν ἠπειλήκεσαν, τούτῳ καὶ ἑτέρας προσκαταλέξαι προσέταξαν: καὶ ἐφ᾽ οὗ τῇ τε ἀτιμίᾳ καὶ τῇ καταλύσει τῷ Δεκίμῳ πρὸς τὸν Ἀντώνιον πολεμῆσαι ἐκεκελεύκεσαν, τούτῳ καὶ τὰ ἐκείνου στρατόπεδα [4] προσέθεσαν. καὶ τέλος τήν τε φυλακὴν [p. 96] τῆς πόλεως, ὥστε πάνθ᾽ ὅσα βούλοιτο καὶ ἐκ τῶν νόμων ποιεῖν ἔχειν, παρέλαβε, καὶ ἐς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα ἐσεποιήθη, καὶ [5] διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν μετέθετο. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτόν, ὥς γέ τισι δοκεῖ, Καίσαρα, ἐξ οὗ τὸ ὄνομα αὐτῷ τοῦτο μετὰ τοῦ κλήρου κατελείφθη: οὐ μέντοι οὔτ᾽ ἀκριβῆ τὴν προσηγορίαν οὔτε ἐπὶ πάντας εἶχε, πρὶν δὴ καὶ ἐκ τῶν πατρίων αὐτὴν τότε ἐβεβαιώσατο, καὶ οὕτως ἐξ ἐκείνου Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸς [6] ἐπεκλήθη: νενόμισται γάρ, ἄν τις ἐσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχηματισθέν [7] πως τηρεῖν. τοῦτο μὲν οὖν οὕτως ἔχει: ἐγὼ δὲ οὐκ Ὀκταουιανὸν ἀλλὰ Καίσαρα αὐτόν, ὅτι πᾶσι τοῖς τὸ τῶν Ῥωμαίων κράτος λαμβάνουσιν προσηγορία αὕτη ἐκνενίκηκεν, ὀνομάσω. [8] προσεκτήσατο μὲν γὰρ καὶ ἑτέραν τὴν τοῦ Αὐγούστου, καὶ αὐτὴν διὰ τοῦτο καὶ οἱ ἔπειτα αὐτοκράτορες τίθενται: ἀλλ᾽ ἐκείνη μὲν ὅταν ἐς τὴν συγγραφὴν ἔλθῃ λελέξεται, μέχρι δὲ δὴ τότε ἀρκούντως τοῦ Καίσαρος ἐπίκλησις τὴν τοῦ Ὀκταουιανοῦ δήλωσιν ἀποπληρώσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: