previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17.

ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα: τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπ᾽ αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατος [2] μετὰ ταῦτα ἀπεδείχθη. καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο: εὑρήσετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν τῇ 1 πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλ᾽ ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν καὶ αὐτὸς ἂν [3] πεποιηκέναι εὔξατο. καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήν τε ἀλοιφὴν τούς τε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ ὅτι τι προσέδει νῦν αὐτῶν, 2 ἀλλ᾽ ἵνα τήν τε περιτέχνησιν 3 αὐτοῦ καὶ τὴν κατόρθωσιν τοῖς ἔξωθεν [4] ψόφοις συσκιάσῃ. ὅστις, 4 γῆ καὶ θεοί ῾μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαἰ, τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν [p. 30] τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰ [5] τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε, [6] λαβεῖν. ἄλλος μὲν γὰρ ἄν 5 τις ὑπό τε ἐκείνου ταῦτ᾽ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπ᾽ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε 6 ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων; [7] Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς 7 καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν 8 ἀπ᾽ αὐτῶν καὶ ἀπέσπευσε. [8] τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν: ἀφ᾽ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἔπαθε.

1 th=| Xyl., e)n th=| LM.

2 au)tw=n Leuncl., au)tw=i LM.

3 perite/xnhsin Bk., e)pite/xnhsin LM.

4 o(/stis R. Steph., a(/s1 tis LM.

5 a)\n supplied by Rk.

6 to/te M, to/t' L.

7 diapefukw\s Pflugk, diapefoithkw\s M, diapefoithkw=s L.

8 a)pe/treyen Reim., a)pe/streyen LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: