previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31.

καὶ μέντοι καὶ τἆλλα ὧδ᾽ ἄν μοι δοκεῖς 1 ἄριστα διατάξαι, ἂν πρῶτον μὲν τὰς πρεσβείας τάς τε παρὰ τῶν πολεμίων καὶ τὰς παρὰ τῶν ἐνσπόνδων καὶ βασιλέων καὶ δήμων ἀφικνουμένας ἐς τὸ συνέδριον ἐσάγῃς ῾τά τε γὰρ ἄλλα καὶ σεμνὸν καὶ ἀξιόλογόν ἐστι τό τε τὴν βουλὴν πάντων κυρίαν δοκεῖν εἶναι, καὶ τὸ πολλοὺς τοὺς [p. 156] ἀντιπάλους τοῖς ἀγνωμονοῦσιν αὐτῶν φαίνεσθαἰ, [2] ἔπειτα δὲ ἂν πάντα τὰ νομοθετούμενα δι᾽ αὐτῶν ποιῇ, καὶ μηδὲν τὸ παράπαν ἄλλο ἐπὶ πάντας ὁμοίως φέρῃ πλὴν τῶν ἐκείνης δογμάτων: οὕτω γὰρ τό τε ἀξίωμα τὸ τῆς ἀρχῆς μᾶλλον ἂν βεβαιοῖτο, καὶ τὰ δικαιώματα τἀκ τῶν νόμων καὶ ἀναμφίλογα καὶ διάδηλα πᾶσιν ἅμα γίγνοιτο. 2 [3] τρίτον, ἂν τούς τε βουλευτὰς τοὺς ἐκ τῆς γερουσίας καὶ τοὺς παῖδας τάς τε γυναῖκας αὐτῶν, ἄν ποτέ τινα αἰτίαν βαρυτέραν, ὥστε τὸν ἁλόντα σφῶν ἀτιμίαν φυγὴν καὶ θάνατον ὀφλεῖν, λάβωσιν, ὑπό τε τὸ βουλευτήριον ὑπάγῃς μηδὲν [4] προκαταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς, ἵν᾽ οἵ τε ἀδικοῦν τές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμενοι κολάζωνται χωρὶς τοῦ σοῦ φθόνου, καὶ οἱ ἄλλοι ταῦθ᾽ ὁρῶντες βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ ἐκδημοσιευθῆναι. [5]

καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν ἀδικημάτων, περὶ ὧν οἵ τε νόμοι κεῖνται καὶ αἱ κρίσεις αἱ κατ᾽ αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοιδόρησέ σε καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτ᾽ ἀκούσῃς ποτὲ κατηγοροῦντός τινος μήτε [6] ἐπεξέλθῃς. αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά σε καὶ εὐεργετοῦντα πάντας [p. 158] προεπηλάκισε, καὶ μόνοι τοῦτο ποιοῦσιν οἱ κακῶς ἄρχοντες: ἐκ γὰρ τοῦ συνειδότος καὶ τὸ πιστὸν [7] τῶν λεγομένων εἰρῆσθαι τεκμαίρονται: δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις, εἰ μὲν ἀληθῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ, μὴ προσποιεῖσθαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ πλείω καὶ χαλεπώτερα λογοποιεῖσθαι καθ᾽ [8] ἑαυτῶν ἐποίησαν. περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίζειν αἰτιαζομένων ταῦτ᾽ ἐγὼ φρονῶ: κρείττω τε γὰρ καὶ ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μηδ᾽ ἐς ἔννοιάν ποτε μήτ᾽ αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν ὅτι δύναταί τις ἀσελγᾶναί τι ἐς σέ, ἵν᾽ ὡς περὶ τῶν θεῶν, οὕτω 3 καὶ περὶ σοῦ φρονῶσιν ὅτι σεπτὸς [9] εἶ. ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν λάβῃ ῾γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον᾽, αὐτὸς μὲν μηδὲ περὶ ἐκείνου τι μήτε δικάσῃς μήτε προδιαγνῷς ῾ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν γίγνεσθαἰ, ὑπὸ 4 δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν ἀπολογήσασθαί τε ποίησον, κἂν ἐλεγχθῇ, κόλασον μετριάσας ὡς οἷόν τέ ἐστι τὸ τιμώρημα, [10] ἵνα καὶ πιστευθῇ τὸ ἀδίκημα. χαλεπώτατα γὰρ οἱ πολλοὶ πείθονται ὅτι τις ἄοπλος ὢν ἐπιβουλεύει τῷ ὡπλισμένῳ: καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε πρὸς ὀργὴν μήτ᾽ ἀνηκέστως, ἐφ᾽ ὅσον γε καὶ ἐνδέχεται, τὴν τιμωρίαν αὐτοῦ ποιοῖο. λέγω δὲ ταῦτα χωρὶς εἴ τις στράτευμά τι ἔχων [p. 160] ἄντικρυς ἐπανασταίη: οὐδὲ γὰρ δικάζεσθαι τὸν τοιοῦτόν που προσῆκεν, ἀλλ᾽ ἐν πολεμίου μοίρᾳ κολάζεσθαι.

1 dokei=s Bk., dokh=is *wM.

2 gi/gnoito St., gi/gnointo *wM.

3 ou(/tw M, om. V.

4 u(po\ Bs., e)pi\ *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: