previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι: οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, 1 ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας, [2] φιλεῖ συμβαίνειν. τούτοις 2 δ᾽ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς: καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷ [3] κρατοῦντι ποιήσωσι: κἂν ἄρα τινὲς ἁλίσκωνται, 3 [p. 92] διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δ᾽ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν ῾τοῦτο δὲ οὐκ εὐτυχέσ᾽, καὶ πάντως τινὰς αὐτῶν ὀργῇ [4] μᾶλλον δικαιώσει δόξεις 4 εὐθύνειν: τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλ᾽ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ 5 δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθ᾽ οὕτω [5] γίγνεται: ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄν τ᾽ ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν 6 ἐκ τῶν ὁμοίων οὓς ἂν 7 κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπ᾽ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτ᾽ ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ 8 νομίζοντάς τι πεπονθέναι.

1 tosou/tw| St., tosou/twn *wL'.

2 tou/tois Xyl., tou/tous *wL'.

3 a(li/skwntai R. Steph., a(li/skontai *wL'.

4 do/ceis L', do/chs V.

5 e)nno/mw| Naber, e)nno/mou *wL'.

6 kaqi/zousin Rk., kaqi/zwsin *wL'.

7 ou(\s a)\n Xyl., ou)=san *wL'.

8 a)nagkasth=| L', a)nagkasqh= V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: