previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. ἔνθα δὴ καὶ μάλιστα ἄν τις τὴν ἀνθρωπίνην ἀσθένειαν κατεῖδεν, ὥστε μηδαμῇ μηδαμῶς φυσᾶσθαι. ὃν γὰρ τῇ ἕῳ πάντες ὡς καὶ κρείττω σφῶν ὄντα ἐς τὸ βουλευτήριον παρέπεμψαν, τοῦτον τότε ἐς τὸ οἴκημα ὡς μηδενὸς βελτίω κατέσυρον, καὶ ὃν στεφάνων πρότερον πολλῶν [2] ἠξίουν, τούτῳ τότε δεσμὰ περιέθεσαν: ὃν δὲ ἐδορυφόρουν ὡς δεσπότην, τοῦτον ἐφρούρουν ὡς δραπέτην καὶ ἀπεκάλυπτον ἐπικαλυπτόμενον, καὶ ὃν τῷ περιπορφύρῳ ἱματίῳ ἐκεκοσμήκεσαν, τοῦτον 1 ἐπὶ κόρρης ἔπαιον, ὅν τε 2 προσεκύνουν τε ὡς θεῷ ἔθυον, τοῦτον θανατώσοντες ἦγον. [3] καὶ αὐτῷ καὶ δῆμος προσπίπτων πολλὰ μὲν ἐπὶ τοῖς ἀπολωλόσιν ὑπ᾽ αὐτοῦ ἐπεβόα, πολλὰ δὲ καὶ ἐπὶ τοῖς ἐλπισθεῖσιν ἐπέσκωπτε. τάς τε [p. 216] εἰκόνας αὐτοῦ πάσας κατέβαλλον καὶ κατέκοπτον καὶ κατέσυρον ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκιζόμενοι: καὶ οὕτω θεατὴς ὧν πείσεσθαι ἔμελλεν ἐγίγνετο. [4] τότε μὲν γὰρ ἐς τὸ δεσμωτήριον ἐνεβλήθη: ὕστερον δ᾽ οὐ πολλῷ, ἀλλ᾽ αὐθημερὸν γερουσία πλησίον τοῦ οἰκήματος ἐν τῷ Ὁμονοείῳ, ἐπειδὴ τά τε τοῦ δήμου τοιαῦτα ὄντα ᾔσθετο καὶ τῶν δορυφόρων οὐδένα ἑώρα, ἀθροισθεῖσα θάνατον [5] αὐτοῦ κατεψηφίσατο. καὶ οὕτω δικαιωθεὶς κατά τε τῶν ἀναβασμῶν ἐρρίφη, καὶ αὐτὸν ὅμιλος τρισὶν ὅλαις ἡμέραις ἐλυμήνατο, καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, τῆς κόρης, ἣν τῷ τοῦ Κλαυδίου υἱεῖ ἠγγυήκει, 3 προδιαφθαρείσης ὑπὸ τοῦ δημίου, ὡς οὐχ ὅσιον ὂν παρθενευομένην [6] τινὰ ἐν τῷ δεσμωτηρίῳ διολέσθαι. καὶ γυνὴ Ἀπικᾶτα 4 οὐ κατεψηφίσθη μέν, μαθοῦσα δὲ ὅτι τὰ τέκνα αὐτῆς τέθνηκε, καί σφων τὰ σώματα ἐν τοῖς ἀναβασμοῖς ἰδοῦσα, ἀνεχώρησε, καὶ ἐς βιβλίον γράψασα περὶ τοῦ θανάτου τοῦ Δρούσου κατά τε τῆς Λιουίλλης τῆς γυναικὸς αὐτοῦ, δι᾽ ἥνπερ που καὶ αὐτὴ τῷ ἀνδρὶ προσεκεκρούκει ὥστε μηκέτι συνοικεῖν, τὸ μὲν τῷ Τιβερίῳ [7] ἔπεμψεν, αὐτὴ δ᾽ ἑαυτὴν διεχρήσατο. καὶ οὕτως Τιβέριος ἐντυχὼν τῷ βιβλίῳ, καὶ διελέγξας τὰ γεγραμμένα, τούς τε ἄλλους πάντας καὶ τὴν Λιουίλλαν ἀπέκτεινεν. ἤδη δὲ ἤκουσα ὅτι ἐκεῖνος μὲν αὐτῆς διὰ τὴν μητέρα τὴν Ἀντωνίαν ἐφείσατο, αὐτὴ δὲ Ἀντωνία ἑκοῦσα λιμῷ τὴν θυγατέρα ἐξώλεσε. [p. 218]

1 tou=ton added by Bs.

2 te added by R. Steph.

3 h)gguh/kei St., e)negeguh/kei M.

4 *)apika=ta Bk., a)peika/ta M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: