previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. Σεϊανὸν μὲν οὖν ταῦτά τε ἐτάραττε, καὶ πολλῷ μᾶλλον ὅτι ἐξ ἀνδριάντος τινὸς αὐτοῦ τὰ μὲν πρῶτα καπνὸς πολὺς ἀνέθορεν, ἔπειτα δὲ ἀφαιρεθείσης 1 τῆς κεφαλῆς ὅπως τὸ γιγνόμενον ἴδωσιν, ὄφις μέγας ἀνεπήδησεν, ἑτέρας τε εὐθὺς ἀντεπιτεθείσης [2] αὐτῷ, καὶ διὰ τοῦτ᾽ ἐκείνου 2 θύσειν ἑαυτῷ μέλλοντος ῾τά τε γὰρ χιπη. 146, 30-149, 6 ἄλλα 3 καὶ ἑαυτῷ ἔθυἐ, σχοινίον περὶ τὸν αὐχένα αὐτοῦ περικείμενον εὑρέθη. τύχης τέ τι ἄγαλμα, ἐγεγόνει μέν, ὥς φασι, Τουλλίου 4 τοῦ βασιλεύσαντός ποτε ἐν τῇ Ῥώμῃ, τότε δὲ Σεϊανὸς 5 [3] οἴκοι τε εἶχε καὶ μεγάλως ἤγαλλεν, αὐτός τε θύων εἶδεν ἀποστρεφόμενον ... 6 καὶ μετὰ τοῦθ᾽ ἕτεροι συνεξιόντες σφίσιν. οἱ δὲ δὴ ἄλλοι ὑπώπτευον μέν που ταῦτα, ἀγνοοῦντες δὲ δὴ τὴν τοῦ Τιβερίου διάνοιαν, καὶ προσεκλογιζόμενοι τό τε ἐκείνου ἔμπληκτον καὶ τὸ τῶν πραγμάτων [4] ἀστάθμητον, ἐπημφοτέριζον, καὶ ἰδίᾳ μὲν τῆς ἑαυτῶν ἀσφαλείας διεσκόπουν, κοινῇ δὲ δὴ ἐθεράπευον αὐτὸν διά τε τἆλλα καὶ ὅτι καὶ Τιβέριος ἱερέας μετὰ τοῦ Γαΐου 7 καὶ ἐκεῖνον καὶ τὸν υἱὸν αὐτοῦ ἐποίησε, καὶ τήν τε ἀνθυπατικὴν ἐξουσίαν αὐτῷ ἔδωκαν, καὶ προσεψηφίσαντο [p. 206] πᾶσιν ἀεὶ τοῖς ὑπατεύουσι παραγγέλλεσθαι κατὰ [5] τὸ ἐκείνου ζήλωμα ἄρξαι. δ᾽ οὖν Τιβέριος ταῖς μὲν ἱερωσύναις ἐτίμησεν αὐτόν, οὐ μὴν καὶ μετεπέμψατο, ἀλλὰ καὶ αἰτησαμένῳ οἱ ὅπως ἐς τὴν Καμπανίαν ἐπὶ προφάσει τῆς μελλονύμφου νοσησάσης ἔλθῃ, κατὰ χώραν μεῖναι προσέταξεν ὡς καὶ αὐτὸς ὅσον οὔπω ἐς τὴν Ῥώμην ἀφιξόμενος. ”

1 de\ a)faireqei/shs *wL', diafaireqei/shs C.

2 e)kei/nou Sylburg, e)kei/nou te *wCL'.

3 M resumes sith a)/lla.

4 *toulli/ou R. Steph., tou= a(li/ou M.

5 *sei+ano\s Bs., siano\s M (so regularly'.

6 lacuna indicated by Xyl.

7 meta\ tou= *gai+/ou Bs., meta\ *gai+/ou Reim., met' au)tou= te M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: