previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. καὶ ἐσώθησαν γὰρ ὅμως καὶ ἐκ τούτων, ἅτε καὶ ἐν ἀμυθήτῳ πλήθει, συχνοί, οὐδὲ ἐκεῖνοι πάντες ἀπαθεῖς ὑπεχώρησαν. συχνοὶ μὲν γὰρ σκελῶν συχνοὶ δὲ ὤμων ἐστερήθησαν, ἄλλοι 1 κεφαλῆς κατεάγησαν 2 ἄλλοι αἷμα ἤμουν, ὧν εἷς καὶ Πέδων ὕπατος ἐγένετο: καὶ εὐθύς τε γὰρ 3 ἀπέθανε. [2] συνελόντι δὲ εἰπεῖν, οὐδὲν τὸ παράπαν βιαίου πάθους τότε τοῖς ἀνθρώποις ἐκείνοις οὐ συνηνέχθη. καὶ ἐπὶ πολλὰς μὲν ἡμέρας καὶ νύκτας σείοντος τοῦ θεοῦ ἐν ἀπόροις καὶ ἀμηχάνοις ἦσαν οἱ ἄνθρωποι, οἱ μὲν ὑπὸ τῶν ἐρειπομένων οἰκοδομημάτων [3] καταχωννύμενοι καὶ φθειρόμενοι, οἱ δὲ καὶ λιμῷ ἀπολλύμενοι, ὅσοις συνέβη ἐν διακένῳ τινί, τῶν ξύλων οὕτω κλιθέντων, καὶ ἐν ἁψιδοειδεῖ τινι μεταστυλίῳ σωθῆναι. καταστάντος δέ ποτε τοῦ κακοῦ θαρσήσας τις ἐπιβῆναι τῶν πεπτωκότων γυναικὸς ζώσης ᾔσθετο. αὕτη δὲ ἦν οὐ μόνη, ἀλλὰ καὶ βρέφος εἶχε, καὶ τρέφουσα τῷ γάλακτι καὶ ἑαυτὴν καὶ τὸ παιδίον [4] ἀντήρκεσεν. ἐκείνην τε οὖν 4 ἀνορύξαντες ἀνεσώσαντο [p. 408] μετὰ τοῦ τέκνου, κἀκ τούτου καὶ τἆλλα ἀνηρεύνων, ἐν οἷς ζῶντα μὲν οὐδένα ἔτι, πλὴν παιδίου πρὸς μαστῷ τὴν μητέρα καὶ τεθνηκυῖαν θηλάζοντος, εὑρεῖν ἠδυνήθησαν, τοὺς δὲ νεκροὺς ἐξέλκοντες οὐκέτ᾽ οὐδὲ ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ ἔχαιρον. [5] τοσαῦτα μὲν τότε πάθη τὴν Ἀντιόχειαν κατειλήφει: Τραϊανὸς δὲ διέφυγε μὲν διὰ θυρίδος ἐκ τοῦ οἰκήματος ἐν ἦν, προσελθόντος αὐτῷ μείζονός τινος κατὰ ἄνθρωπον καὶ ἐξαγαγόντος αὐτόν, ὥστε μικρὰ ἄττα πληγέντα περιγενέσθαι, ὡς δ᾽ ἐπὶ πλείους ἡμέρας σεισμὸς ἐπεῖχεν, [6] ὑπαίθριος ἐν τῷ ἱπποδρόμω διῆγεν. ἐσείσθη δὲ καὶ αὐτὸ τὸ Κάσιον 5 οὕτως ὥστε τὰ ἄκρα αὐτοῦ καὶ ἐπικλίνεσθαι καὶ ἀπορρήγνυσθαι καὶ ἐς αὐτὴν τὴν πόλιν ἐσπίπτειν δοκεῖν. ὄρη τε ἄλλα ὑφίζησε, καὶ ὕδωρ πολὺ μὲν οὐκ ὂν 6 πρότερον ἀνεφάνη, πολὺ δὲ καὶ ῥέον ἐξέλιπε. ”

1 a)/lloi C, a)/lloi de\ V.

2 katea/ghsan supplied by Bk.

3 kai\ eu)qu/s te ga\r corrupt or carelessly excerpted; v. Hers. sould read kai\ eu)qu/s ge.

4 ou)=n Zon., om. wC.

5 *ka/sion Reim., ka/ssion C, kora/sion V.

6 me\n ou)k o)\n Dind., ou)k o)\n me\n *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: