Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
10.
ἐς δὲ τὰ δεξιὰ μᾶλλον καταῤΡ῾έει ἢ ἐς τὰ ἀριστερὰ,
ὅτι αἱ
φλέβες εἰσὶ κοιλότεραι καὶ πλέονες ἢ ἐν τοῖσιν ἀριστεροῖσιν:
ἀπὸ
γὰρ τοῦ ἥπατος τείνουσι καὶ ἀπὸ τοῦ σπληνός.
ἘπικαταῤΡ῾έει δὲ καὶ
ἀποτήκεται τοῖσι μὲν παιδίοισι μάλιστα,
οἷσιν ἂν διαθερμανθῇ ἡ
κεφαλὴ ἤν τε ὑπὸ ἡλίου,
ἤν τε ὑπὸ πυρὸς,
καὶ ἐξαπίνης φρίξῃ ὁ
ἐγκέφαλος:
τότε γὰρ ἀποκρίνεται τὸ φλέγμα.
Ἀποτήκεται μὲν γὰρ
ἐκ τῆς θέρμης καὶ διαχύσιος τοῦ ἐγκεφάλου:
ἀποκρίνεται δὲ ἀπὸ
τῆς ψύξιός τε καὶ ξυστάσιος,
καὶ οὕτως ἐπικαταῤΡ῾έει.
τοῖσι μὲν
αὕτη ἡ πρόφασις γίνεται,
τοῖσι δὲ καὶ ἐπειδὰν ἐξαπίνης μετὰ βόρεια
πνεύματα νότος μεταλάβῃ,
ξυνεστηκότα τὸν ἐγκέφαλον καὶ εὐσθενέοντα ἔλυσε καὶ ἐχάλασεν ἐξαίφνης,
ὥστε πλημμυρεῖν τὸ φλέγμα,
καὶ οὕτω τὸν κατάῤΡ῾οον ποιέεται.
ἘπικαταῤΡ῾έει δὲ καὶ ἐξ ἀδήλου,
φόβου γινομένου,
ἢν δείσῃ βοήσαντός τινος,
ἢ καὶ μεταξὺ κλαίων
μὴ οἷός τε ἔῃ τὸ πνεῦμα ταχέως ἀναλαβεῖν,
οἷα γίνεται παιδίοισι
πολλάκις:
ὅ τι δ᾽ ἂν τούτων αὐτῷ γένηται,
εὐθὺς ἔφριξε τὸ σῶμα,
καὶ ἄφωνος γενόμενος τὸ πνεῦμα οὐχ εἵλκυσεν,
ἀλλὰ τὸ πνεῦμα ἠρέμησε,
καὶ ὁ ἐγκέφαλος ξυνέστη,
καὶ τὸ αἷμα ἔστη,
καὶ οὕτως
ἀπεκρίθη καὶ ἐπικατεῤΡ῾ύη τὸ φλέγμα.
τοῖσι μὲν παιδίοισιν αὗται αἱ
προφάσιες τῆς ἐπιλήψιός εἰσι τὴν ἀρχήν.
τοῖσι δὲ πρεσβύτῃσιν ὁ
χειμὼν πολεμιώτατός ἐστιν:
ὅταν γὰρ παρὰ πυρὶ πολλῷ διαθερμανθῇ
τὴν κεφαλὴν καὶ τὸν ἐγκέφαλον,
ἔπειτα ἐν ψύχει γένηται καὶ Ρ῾ιγώσῃ,
ἢ καὶ ἐκ ψύχεος εἰς ἀλέην ἔλθῃ καὶ παρὰ πυρὶ καθίσῃ,
τωὐτὸ
τοῦτο πάσχει,
καὶ οὕτως ἐπίληπτος γίνεται κατὰ τὰ προειρημένα.
κίνδυνος δὲ πολὺς καὶ ἦρος παθέειν τωὐτὸ τοῦτο,
ἢν ἡλιωθῇ ἡ κεφαλή:
τοῦ δὲ θέρεος ἥκιστα,
οὐ γὰρ γίνονται μεταβολαὶ ἐξαπιναῖοι.
ὁκόταν δὲ εἴκοσιν ἔτεα παρέλθῃ,
οὐκ ἔτι ἡ νοῦσος αὕτη ἐπιλαμβάνει,
ἢν μὴ ἐκ παιδίου ξύντροφος ἔῃ,
ἀλλ᾽ ἢ ὀλίγους ἢ οὐδένα:
αἱ
γὰρ φλέβες μεσταί εἰσιν αἵματος,
καὶ ὁ ἐγκέφαλος συνέστηκε καὶ
ἐστὶ στρυφνὸς,
ὥστε οὐκ ἐπικαταῤΡ῾έει ἐπὶ τὰς φλέβας:
ἢν δ᾽ ἐπικαταῤΡ῾ύη,
τοῦ αἵματος οὐκ ἐπικρατέει,
πολλοῦ καὶ θερμοῦ ἐόντος.