previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


8.

καὶ ὁκόσα μὲν παιδία σμικρὰ κατάληπτα γίνεται τῇ νούσῳ ταύτῃ, τὰ πολλὰ ἀποθνήσει, ἢν πουλὺ τὸ Ρ῾εῦμα ἐπιγένηται καὶ νότιον ἔῃ: τὰ γὰρ φλέβια λεπτὰ ἐόντα οὐ δύναται παραδέχεσθαι τὸ

φλέγμα ὑπὸ πάχεος καὶ πλήθεος, ἀλλ᾽ ἀποψύχεται καὶ πήγνυται τὸ αἷμα, καὶ οὕτως ἀποθνήσκει.

ἢν δὲ ὀλίγον ἐὸν ἐς ἀμφοτέρας τὰς φλέβας τὸν κατάῤΡ῾οον ποιήσηται, ἐς τὰς ἐπὶ θάτερα, περιγίνεται ἐπίσημα ἐόντα: γὰρ στόμα παρέσπασται ὀφθαλμὸς αὐχὴν χεὶρ, ὁκόθεν ἂν τὸ φλέβιον πληρωθὲν τοῦ φλέγματος κρατηθῆ καὶ ἀπισχνωθῇ.

τούτῳ οὖν τῷ φλεβίῳ ἀνάγκη ἀσθενέστερον εἶναι καὶ ἐνδεέστερον τοῦτο τοῦ σώματος τὸ βλαβέν: ἐς δὲ τὸν πλείονα χρόνον ὠφελέει ὡς ἐπὶ τὸ πουλύ: οὐ γὰρ ἔτι ἐπίληπτον γίνεται, ἢν ἅπαξ ἐπισημανθῇ, διὰ τόδε ὑπὸ τῆς ἀνάγκης ταύτης αἱ φλέβες αἱ λοιπαὶ κακοῦνται καὶ μέρος τι συνισχναίνονται, ὡς τὸν μὲν ἠέρα δέχεσθαι, τὸν δὲ τοῦ φλέγματος κατάῤΡ῾οον μηκέτι ὁμοίως ἐπικαταῤΡ῾έειν: ἀσθενέστερα μέντοι τὰ μέλεα εἰκὸς εἶναι, τῶν φλεβῶν κακωθεισέων.

Ὁκόσοισι δ᾽ ἂν βόρειόν τε καὶ πάνυ ὀλίγον παραῤΡ῾υῇ καὶ ἐς τὰ δεξιὰ, ἀσήμως περιγίνονται: κίνδυνος δὲ ξυντραφῆναι καὶ ξυναυξηθῆναι, ἢν μὴ θεραπευθῶσι τοῖσιν ἐπιτηδείοισιν.

τοῖσι μὲν οὖν παιδίοισιν οὕτω γίνεται, ὅτι τούτων ἐγγυτάτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: