previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


11.

δὲ ἀπὸ παιδίου συνηύξηται καὶ συντέτροφεν, ἔθος πεποίηται ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τοῦτο πάσχειν καὶ ἐπίληπτον

ὡς τὰ πολλὰ γίνεσθαι, καὶ μάλιστα ἐν τοῖσι νοοισιν τε ἀπάλλαξις χαλεπὴ γίνεται: γὰρ ἐγκέφαλος ὑγρότερος γέγονε τῆς φύσιος καὶ πλημμυρεῖ ὑπὸ τοῦ φλέγματος, ὥστε τοὺς μὲν καταῤρόους πυκνοτέρους γίνεσθαι, ἐκκριθῆναι δὲ μηκέτι οἷόν τε εἶναι τὸ φλέγμα, μηδὲ ἀναξηρανθῆναι τὸν ἐγκέφαλον, ἀλλὰ διαβεβρέχθαι καὶ εἶναι ὑγρόν.

γνοίη δ᾽ ἄν τις τόδε μάλιστα τοῖσι προβάτοισι τοσι καταλήπτοισι γινομένοισιν ὑπὸ τῆς νούσου ταύτης καὶ μάλιστα τῇσιν αἰξίν: αὗται γὰρ πυκνότατα λαμβάνονται: ἢν ὁιακόψῃς τὴν κεφαλὴν, εὑρήσεις τὸν ἐγκέφαλον ὑγρὸν ἐόντα καὶ ὅδρωπος περίπλεων καὶ κακὸν ὄζοντα, καὶ ἐν τούτῳ δηλονότι γνώσῃ σὐχ θεὸς τὸ σῶμα λυμαίνεται, ἀλλ᾽ νοῦσος.

οὕτω δ᾽ ἔχετ καὶ τῷ ἀνθρώπ ὁκόταν γὰρ χρόνος γένηται τῇ νούσῳ, οὐκ ἔτι ἰήσιμος γίνεται: διεσθίεται γὰρ ἐγκέφαλος ὑπὸ τοῦ φλέγματος καὶ τήκετ, τὸ δὲ ἀποτηκόμενον ὕδωρ γίνεται, καὶ περιέχει τὸν ἰγκέφαλον ἐκτὸς καὶ περικλύζει: καὶ διὰ τοῦτο πυκνότερον ἐπίληπτοι γίνονται καὶ Ρ῾ᾷον.

διὸ δὴ πουλυχρόνιος νοῦσος, ὅτι τὸ ἐπιῤΡ῾έον λεπτόν ἐστιν ὑπὸ πολυπληθίης, καὶ εὐθὺς κρατέεται ὑπὸ τοῦ αἵματος καὶ διαθερμαίνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: