previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνεπίγραφος ὑπὲρ Ἀργείων

Ὑπὲρ τῆς Ἀργείων πόλεως πολλὰ μὲν ἄν τις εἰπεῖν ἔχοι, σεμνύνειν αὐτὴν ἐθέλων, παλαιὰ καὶ νέα πράγματα. τοῦ τε γὰρ Τρωικοῦ, καθάπερ [p. 86] ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Περσικοῦ, προσήκει τὸ πλέον ἐκείνοις ἔργου. δοκεῖ μὲν γὰρ ἄμφω κοινῇ πραχθῆναι παρὰ τῆς Ἑλλάδος: ἄξιον δὲ ὥσπερ τῶν ἔργων καὶ τῆς φροντίδος, οὕτω καὶ τῶν ἐπαίνων τοὺς ἡγεμόνας τὸ πλέον μετέχειν. ἀλλὰ ταῦτα μὲν ἀρχαῖά πως εἶναι δοκεῖ, τὰ δὲ ἐπὶ τούτοις, τε Ἡρακλειδῶν κάθοδος καὶ ὡς τῷ πρεσβυτάτῳ γέρας ἐξῃρέθη, τε εἰς Μακεδόνας ἐκεῖθεν ἀποικία, καὶ τὸ Λακεδαιμονίοις οὕτω πλησίον παροικοῦντας ἀδούλωτον ἀεὶ καὶ ἐλευθέραν φυλάξαι τὴν πόλιν, οὐ μικρᾶς οὐδὲ τῆς τυχούσης ἀνδρείας ἦν. ἀλλὰ δὴ καὶ τὰ τοσαῦτα περὶ τοὺς Πέρσας ὑπὸ τῶν Μακεδόνων γενόμενα ταύτῃ προσήκειν τῇ πόλει δικαίως ἄν τις ὑπολάβοι: Φιλίππου τε γὰρ καὶ Ἀλεξάνδρου τῶν πάνυ τῶν προγόνων πατρὶς ἦν αὕτη. Ῥωμαίοις δὲ ὕστερον οὐχ ἁλοῦσα μᾶλλον κατὰ ξυμμαχίαν ὑπήκουσε, καὶ ὥσπερ οἶμαι μετεῖχε καὶ αὐτὴ καθάπερ αἱ λοιπαὶ τῆς ἐλευθερίας καὶ τῶν ἄλλων δικαίων, ὁπόσα νέμουσι ταῖς περὶ τὴν Ἑλλάδα πόλεσιν οἱ κρατοῦντες ἀεί. Κορίνθιοι δὲ νῦν αὐτὴν προσνεμομένην αὐτοῖς: οὕτω γὰρ εἰπεῖν εὐπρεπέστερον: ὑπὸ τῆς βασιλευούσης [p. 88] πόλεως εἰς κακίαν ἐπαρθέντες συντελεῖν αὑτοῖς ἀναγκάζουσι, καὶ ταύτης ἦρξαν, ὥς φασι, τῆς καινοτομίας ἕβδομος οὗτος ἐνιαυτός, οὔτε τὴν Δελφῶν οὔτε τὴν Ἠλείων ἀτέλειαν, ἧς ἠξιώθησαν ἐπὶ τῷ διατιθέναι τοὺς παρὰ σφίσιν ἱεροὺς ἀγῶνας, αἰδεσθέντες. τεττάρων γὰρ ὄντων, ὡς ἴσμεν, τῶν μεγίστων καὶ λαυπροτάτων ἀγώνων περὶ τὴν Ἑλλάδα, Ἠλεῖοι μὲν Ὀλύμπια, Δελφοὶ δὲ Πύθια, καὶ τὰ ἐν Ἰσθμῷ Κορίνθιοι, Ἀργεῖοι δὲ τὴν τῶν Νεμέων συγκροτοῦσι πανήγυριν. πῶς οὖν εὔλογον ἐκείνοις μὲν ὑπάρχειν τὴν ἀτέλειαν τὴν πάλαι δοθεῖσαν, τοὺς δὲ ἐπὶ τοῖς ὁμοίοις δαπανήμασιν ἀφεθέντας πάλαι, τυχὸν δὲ οὐδὲ τὴν ἀρχὴν ὑπαχθέντας νῦν ἀφῃρῆσθαι τὴν προνομίαν ἧς ἠξιώθησαν; πρὸς δὲ τούτοις Ἠλεῖοι μὲν καὶ Δελφοὶ διὰ τῆς πολυθρυλήτου πενταετηρίδος ἅπαξ ἐπιτελεῖν εἰώθασι, διττὰ δ̓ ἐστὶ Νέμεα παρὰ τοῖς Ἀργείοις, καθάπερ Ἴσθμια παρὰ Κορινθίοις. ἐν μέντοι τούτῳ τῷ χρόνῳ καὶ δύο πρόκεινται παρὰ τοῖς Ἀργείοις ἀγῶνες ἕτεροι τοιοίδε, ὥστε εἶναι τέσσαρας τοὺς πάντας ἐν ἐνιαυτοῖς τέσσαρσι. πῶς οὖν εἰκὸς ἐκείνους μὲν ἀπράγμονας εἶναι λειτουργοῦντας ἅπαξ, τούτους δὲ ὑπάγεσθαι καὶ πρὸς ἑτέρων συντέλειαν ἐπὶ τετραπλασίοις τοῖς οἴκοι λειτουργήμασιν, ἄλλως τε οὐδὲ πρὸς Ἑλληνικὴν οὐδὲ παλαιὰν πανήγυριν; οὐ γὰρ ἐς χορηγίαν ἀγώνων γυμνικῶν μουσικῶν οἱ Κορίνθιοι τῶν πολλῶν δέονται χρημάτων, ἐπὶ δὲ τὰ κυνηγέσια τὰ πολλακις [p. 90] ἐν τοῖς θεάτροις ἐπιτελούμενα ἄρκτους καὶ παρδάλεις ὠνοῦνται. ἀτὰρ αὐτοὶ μὲν εἰκότως φέρουσι διὰ τὸν πλοῦτον τῶν ἀναλωμάτων τὸ μέγεθος, ἄλλως τε καὶ πολλῶν πόλεων, ὡς εἰκός, αὐτοῖς εἰς τοῦτο συναιρομένων, ὥστε ὠνοῦνται τὴν τέρψιν τοῦ φρονήματος. Ἀργεῖοι δὲ χρημάτων τε ἔχοντες ἐνδεέστερον καὶ ξενικῇ θέᾳ καὶ παῤ ἄλλοις ἐπιδουλεύειν ἀναγκαζόμενοι πῶς οὐκ ἄδικα μὲν καὶ παράνομα, τῆς δὲ περὶ τὴν πόλιν ἀρχαίας δυνάμεώς τε καὶ δόξης ἀνάξια πείσονται, ὄντες γ̓ αὐτοῖς ἀστυγείτονες, οὓς προσῆκον ἦν ἀγαπᾶσθαι μᾶλλον, εἴπερ ὀρθῶς ἔχει τὸοὐδ̓ ἂν βοῦς ἀπόλοιτο, εἰ μὴ διὰ κακίαν γειτόνων’: Ἀργεῖοι δὲ ἐοίκασιν οὐχ ὑπὲρ ἑνὸς πολυπραγμονούμενοι βοιδίου ταῦτα τοὺς Κορινθίους αἰτιᾶσθαι, ἀλλ̓ ὑπὲρ πολλῶν καὶ μεγάλων ἀναλωμάτων, οἷς οὐ δικαίως εἰσὶν ὑπεύθυνοι. Καίτοι πρὸς τοὺς Κορινθίους εἰκότως ἄν τις καὶ τοῦτο προσθείη, πότερον αὐτοῖς δοκεῖ καλῶς ἔχειν τοῖς τῆς παλαιᾶς Ἑλλάδος ἕπεσθαι νομίμοις μᾶλλον οἷς ἔναγχος δοκοῦσι παρὰ τῆς βασιλευούσης προσειληφέναι πόλεως; εἰ μὲν γὰρ τὴν τῶν παλαιῶν νομίμων ἀγαπῶσι σεμνότητα, οὐκ Ἀργείοις μᾶλλον εἰς Κόρινθον Κορινθίοις εἰς Ἄργος συντελεῖν προσήκει: εἰ δὲ τοῖς νῦν ὑπάρξασι [p. 92] τῇ πόλει, ἐπειδὴ τὴν Ῥωμαϊκὴν ἀποικίαν ἐδέξαντο, ἰσχυριζόμενοι πλέον ἔχειν ἀξιοῦσι, παραιτησόμεθα μετρίως αὐτοὺς μὴ τῶν πατέρων φρονεῖν μεῖζον, μηδὲ ὅσα καλῶς ἐκεῖνοι κρίναντες ταῖς περὶ τὴν Ἑλλάδα διεφύλαξαν πόλεσιν ἔθιμα, ταῦτα καταλύειν καὶ καινοτομεῖν ἐπὶ βλάβῃ καὶ λύμῃ τῶν ἀστυγειτόνων, ἄλλως τε καὶ νεωτέρᾳ χρωμένους τῇ ψήφῳ καὶ τὴν ἀπραγμοσύνην τοῦ λαχόντος ὑπὲρ τῆς Ἀργείων πόλεως τὴν δίκην εἰσελθεῖν ἕρμαιον ἔχοντας τῆς πλεονεξίας. εἰ γὰρ ἐφῆκεν ἔξω τῆς Ἑλλάδος ἀπάγων τὴν δίκην, οἱ Κορίνθιοι ἔλαττόν τε ἰσχύειν ἔμελλον καὶ τὸ δίκαιον ἐξεταζόμενον κακῶς φαίνεσθαι πρὸς τῶν πολλῶν καὶ γενναίων τούτων συνηγόρων, ὑφ̓ ὧν εἰκός ἐστι τὸν δικαστήν, προστιθεμένου καὶ τοῦ κατὰ τὴν πόλιν ἀξιώματος, δυσωπούμενον ταύτην τὴν ψῆφον ἐξενεγκεῖν. Ἀλλὰ τὰ μὲν ὑπὲρ τῆς πόλεως δίκαια καὶ τῶν ῥητόρων, εἰ μόνον ἀκούειν ἐθέλοις καὶ λέγειν αὐτοῖς ἐπιτραπείη τὴν δίκην, ἐξ ὑπαρχῆς πεύσῃ, καὶ τὸ παραστὰν ἐκ τῶν λεγομένων ὀρθῶς κριθήσεται. ὅτι δὲ χρὴ καὶ τοῖς τὴν πρεσβείαν ταύτην προσάγουσι δἰ ἡμῶν πεισθῆναι, μικρὰ προσθεῖναι χρὴ περὶ αὐτῶν. Διογένης μέν τοι καὶ Λαμπρίας φιλοσοφοῦσι μέν, εἴπερ τις ἄλλος τῶν καθ̓ ἡμᾶς, [p. 94] τῆς πολιτείας δὲ τὰ μὲν ἔντιμα καὶ κερδαλέα διαπεφεύγασι: τῇ πατρίδι δὲ ἐπαρκεῖν ἀεὶ κατὰ δύναμιν προθυμούμενοι, ὅταν πόλις ἐν χρείᾳ μεγάλῃ γένηται, τότε ῥητορεύουσι καὶ πολιτεύονται καὶ πρεσβεύουσι καὶ δαπανῶσιν ἐκ τῶν ὑπαρχόντων προθύμως, ἔργοις ἀπολογούμενοι τὰ φιλοσοφίας ὀνείδη καὶ τὸ δοκεῖν ἀχρήστους εἶναι ταῖς πόλεσι τοὺς μετιόντας φιλοσοφίαν ψεῦδος ἐλέγχοντες: χρῆται γὰρ αὐτοῖς τε πατρὶς εἰς ταῦτα, καὶ πειρῶνται βοηθεῖν αὐτῇ τὸ δίκαιον δἰ ἡμῶν, ἡμεῖς δ̓ αὖθις διὰ σοῦ. τοῦτο γὰρ καὶ μόνον λείπεται τοῖς ἀδικουμένοις εἰς τὸ σωθῆναι, τὸ τυχεῖν δικαστοῦ κρίνειν τε ἐθέλοντος καὶ δυναμένου καλῶς: ὁπότερον γὰρ ἂν ἀπῇ τούτων, ἐξαπατηθέντος καταπροδόντος αὐτοῦ τὸ δίκαιον οἴχεσθαι πάντως ἀνάγκη. ἀλλ̓ ἐπειδὴ νῦν ἡμῖν τὰ μὲν τῶν δικαστῶν ὑπάρχει κατ̓ εὐχάς, λέγειν δ̓ οὐκ ἔνι μὴ τότε ἐφέντας, ἀξιοῦσι τοῦτο πρῶτον αὐτοῖς ἀνεθῆναι, καὶ μὴ τὴν ἀπραγμοσύνην τοῦ τότε συνειπόντος τῇ πόλει καὶ τὴν δίκην ἐπιτροπεύσαντος αἰτίαν αὐτῇ γενέσθαι εἰς τὸν ἔπειτα αἰῶνα βλάβης τοσαύτης. Ἄτοπον δὲ οὐ χρὴ νομίζειν τὸ τὴν δίκην αὖθις ἀνάδικον ποιεῖν: τοῖς μὲν γὰρ ἰδιώταις ξυμφέρει τὸ κρεῖττον καὶ λυσιτελέστερον ὀλίγον παριδεῖν, τὴν εἰς τὸν ἔπειτα χρόνον ἀσφάλειαν ὠνουμένοις: ὄντος γὰρ αὐτοῖς ὀλίγου βίου, ἡδὺ μὲν καὶ τὸ ἐπ̓ ὀλίγον ἡσυχίας ἀπολαῦσαι, φοβερὸν δὲ καὶ τὸ [p. 96] πρὸς τῶν δικαστηρίων ἀπολέσθαι κρινόμενον, καὶ παισὶ παραπέμψαι τὴν δίκην ἀτελῆ: ὥστε κινδυνεύει κρεῖσσον εἶναι τὸ καὶ ὁπωσοῦν προσλαβεῖν ἥμισυ περὶ τοῦ παντὸς ἀγωνιζόμενον ἀποθανεῖν: τὰς πόλεις δὲ ἀθανάτους οὔσας εἰ μή τις δικαίως κρίνας τῆς πρὸς ἀλλήλας φιλονεικίας ἀπαλλάξει, ἀθάνατον ἔχειν τὴν δύσνοιαν πάντως ἀναγκαῖον, καὶ τὸ μῖσος δὲ ἰσχυρὸν τῷ χρόνῳ κρατυνόμενον. εἴρηται, φασὶν οἱ ῥήτορες, γ̓ ἐμὸς λόγος, κρίνοις δ̓ ἂν αὐτὸς τὰ δέοντα.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: