previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σαραπίωνι τῷ λαμπροτάτῳ

Ἄλλοι μὲν ἄλλως τὰς πανηγύρεις νομίζουσιν, ἐγὼ δὲ ἡδύ σοι γλυκείας ἑορτῆς σύνθημα τῶν ἐπιχωρίων [p. 268] ἰσχάδων μακροκέντρους ἑκατὸν ἐκπέμπω, τῷ μὲν τοῦ δώρου μεγέθει μικράν, τῷ κάλλει δὲ ἴσως ἀρκοῦσαν ἡδονὴν μνηστεύων. Ἀριστοφάνει μὲν οὖν δοκεῖ εἶναι πλὴν μέλιτος τῶν ἄλλων γλυκύτερον τὰς ἰσχάδας, καὶ οὐδὲ τοῦτ̓ ἀνέχεται τῶν ἰσχάδων εἶναι γλυκύτερον, ὡς αὐτὸς ἐπικρίνας λέγει: Ἡροδότῳ δὲ ἄρα τῷ συγγραφεῖ πρὸς ἐπίδειξιν ἐρημίας ἀληθοῦς ἤρκεσεν εἰπόντιΠαῤ οἷς οὔτε σῦκά ἐστιν οὔτε ἄλλο ἀγαθὸν οὐδέν,’ ὡς ἄῤ οὔτε ἄλλου τινὸς ἐν καρποῖς ἀγαθοῦ προτέρου τῶν σύκων ὄντος, οὔτε ἔτι πάντως ἀγαθοῦ δέον τοῖς παῤ οἷς ἂν τὸ σῦκον. Ὅμηρος δὲ σοφὸς τὰ μὲν ἄλλα τῶν καρπῶν εἰς μέγεθος χρόαν κάλλος ἐπαινεῖ, μόνῳ δὲ τῷ σύκῳ τὴν τῆς γλυκύτητος ἐπωνυμίαν συγχωρεῖ. καὶ τὸ μέλι χλωρὸν καλεῖ, δεδιὼς μὴ λάθῃ γλυκὺ προσειπών, καὶ πικρὸν εἶναι πολλαχοῦ συμβαίνει: τῷ σύκῳ δὲ ἄρα μόνῳ ἀποδίδωσι τὴν οἰκείαν εὐφημίαν, ὥσπερ τῷ νέκταρι, διότι καὶ μόνον γλυκὺ τῶν ἄλλων ἐστί. καὶ μέλι μὲν Ἱπποκράτης φησὶ γλυκὺ μὲν εἶναι τὴν αἴσθησιν, πικρὸν δὲ πάντως τὴν ἀνάδοσιν, καὶ οὐκ ἀπιστῶ τῷ λόγῳ: χολῆς γὰρ αὐτὸ ποιητικὸν εἶναι ξύμπαντες ὁμολογοῦσι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως. δὴ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν: οὐ γὰρ ἂν εἰς τοῦτο μετέβαλλεν πικρόν ἐστιν, εἰ μὴ καὶ πάντως αὐτῷ προσῆν ἐξ ἀρχῆς τοῦτο, ἀφ̓ οὗ πρὸς τὸ ἕτερον μετέπιπτε. [p. 270] σῦκον δὲ οὐκ αἰσθήσει μόνον ἡδύ, ἀλλὰ καὶ ἀναδόσει κρεῖττόν ἐστιν. οὕτω δέ ἐστιν ἀνθρώποις ὠφέλιμον, ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ὀλεθρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι, κἀν τοῖς δείπνοις οὐκ ἄλλου τινὸς τούτου χάριν τῶν ἐδεσμάτων προπαρατίθεσθαί τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντ̓ ἄλλης τινὸς ἀλεξήσεως ἱερᾶς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. καὶ μὴν ὅτι καὶ θεοῖς τὸ σῦκον ἀνάκειται, καὶ θυσίας ἐστὶν ἁπάσης ἐμβώμιον, καὶ ὅτι παντὸς λιβανωτοῦ κρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὗτος λόγος, ἀλλ̓ ὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν, οἶδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. Θεόφραστος δὲ καλὸς ἐν γεωργίας παραγγέλμασι τὰς τῶν ἑτεροφύτων δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλούχοις ἐγκεντρίσεσιν εἴκει, πάντων, οἶμαι, τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὔκολον παντοίου γένους ἐνεγκεῖν βλάστην, εἴ τις αὐτοῦ τῶν κλάδων ἐκτεμὼν ἕκαστον, εἶτα ἐκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυῆ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνθ̓ ὁλοκλήρου κήπου τὴν ὄψιν, οἷον ἐν λειμῶνι χαριεστάτῳ ποικίλην τινὰ καὶ πολυειδῆ τῶν καρπῶν ἀφ̓ ἑαυτοῦ τὴν ἀγλαΐαν ἀντιπεπομφότος. καὶ τὰ μὲν ἄλλα τῶν ἀκροδρύων ἐστὶν ὀλιγοχρόνια καὶ τὴν μονὴν οὐκ ἀνέχεται, μόνῳ δὲ τῷ σύκῳ καὶ ὑπερενιαυτίζειν ἔξεστι καὶ τῇ τοῦ μέλλοντος [p. 272] καρποῦ γενέσει συνενεχθῆναι. ὥστε φησὶ καὶ Ὅμηρος ἐν Ἀλκίνου κήπῳ τοὺς καρποὺς ἀλλήλοις ἐπιγηράσκειν. ἐπὶ μὲν οὖν τῶν ἄλλων ἴσως ἂν μῦθος ποιητικὸς εἶναι δόξειε: μόνῳ δὲ τῷ σύκῳ πρὸς τὸ τῆς ἀληθείας ἐναργὲς ἂν συμφέροιτο, διότι καὶ μόνον τῶν ἄλλων καρπῶν ἐστὶ μονιμώτερον. τοιαύτην δὲ ἔχον, οἶμαι, τὸ σῦκον τὴν φύσιν, πολλῷ κρεῖττόν ἐστι παῤ ἡμῖν τὴν γένεσιν, ὡς εἶναι τῶν μὲν ἄλλων φυτῶν αὐτὸ τιμιώτερον, αὐτοῦ δὲ τοῦ σύκου τὸ παῤ ἡμῖν θαυμασιώτερον, καὶ νικᾶν μὲν αὐτὸ τῶν ἄλλων τὴν γένεσιν, αὖθις δ̓ ὑπὸ τοῦ παῤ ἡμῖν ἡττᾶσθαι καὶ τῇ πρὸς ἑκάτερον ἐγκρίσει πάλιν σώζεσθαι, κρατοῦντι μὲν ἐοικός, οἷς δ̓ αὖ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι. καὶ τοῦτο οὐκ ἀπεικότως παῤ ἡμῖν μόνοις συμβαίνει: ἔδει γὰρ, οἶμαι, τὴν Διὸς πόλιν ἀληθῶς καὶ τὸν τῆς ἑῴας ἁπάσης ὀφθαλμόν: τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω: τοῖς τε ἄλλοις σύμπασιν, οἷον ἱερῶν κάλλει καὶ νεῶν μεγέθει καὶ ὡρῶν εὐκρασίᾳ καὶ πηγῶν ἀγλαΐᾳ, καὶ ποταμῶν πλήθει καὶ γῆς εὐφορίᾳ νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκέσαι. οὐδὲν οὖν ἀνέχεται μεταβολῆς τὸ δένδρον, οὐδὲ ὑπερβαίνει τοὺς ἐπιχωρίους ὅρους τῆς βλάστης, ἀλλ̓ αὐτόχθονος φυτοῦ νόμῳ τὴν ἐξ ἀποικίας γένεσιν ἀρνεῖται. καὶ χρυσὸς μὲν, οἶμαι, [p. 274] καὶ ἄργυρος αὐτὸς πολλαχοῦ φύεται, μόνη δὲ παῤ ἡμῖν χώρα τίκτει φυτὸν ἀλλαχοῦ φῦναι μὴ δυνάμενον. ὥσπερ δὲ τὰ ἐξ Ἰνδῶν ἀγώγιμα καὶ οἱ Περσικοὶ σῆρες ὅσα ἐν τῇ Αἰθιόπων γῇ τίκτεται μὲν καὶ λέγεται, τῷ δὲ τῆς ἐμπορίας νόμῳ πανταχοῦ διαβαίνει: οὕτω δὴ καὶ τὸ παῤ ἡμῖν σῦκον, ἀλλαχοῦ τῆς γῆς οὐ γινόμενον, πανταχοῦ παῤ ἡμῶν στέλλεται, καὶ οὔτε πόλις οὔτε νῆσός ἐστιν, ἣν οὐκ ἐπέρχεται τῷ τῆς ἡδονῆς θαύματι. ἀλλὰ καὶ τράπεζαν βασιλικὴν κοσμεῖ, καὶ παντὸς δείπνου σεμνόν ἐστιν ἐγκαλλώπισμα, καὶ οὔτ̓ ἔνθρυπτον οὔτε στρεπτὸν οὔτε νεήλατον οὔτε ἄλλο καρυκείας γένος ἥδυσμα ἴσον ἂν ἀφίκηται: τοσοῦτον αὐτῷ τῶν τε ἄλλων ἐδεσμάτων καὶ δὴ καὶ τῶν ἑκασταχοῦ σύκων περίεστι τοῦ θαύματος. καὶ τὰ μὲν ἄλλα τῶν σύκων ὀπωρινὴν ἔχει τὴν βρῶσιν τερσαινόμενα ἐς τὸ ταμεῖον ἔρχεται, τὸ δὲ παῤ ἡμῖν μόνον ἀμφοτερίζει τῇ χρείᾳ, καὶ καλὸν μέν ἐστιν ἐπιδένδριον, πολλῷ δὲ κάλλιον, εἰ ἐς τὴν τερσιὰν ἔλθοι. εἰ δὲ καὶ τὴν ὥραν αὐτοῦ τὴν ἐν τοῖς δένδροις ὀφθαλμῷ λάβοις, καὶ ὅπως ἑκάστου τῶν πρέμνων ἐπιμήκεσι τοῖς κέντροις οἱονεὶ καλύκων δίκην ἀπήρτηται, ὅπως ἐν κύκλῳ περιθεῖ τῷ καρπῷ τὸ δένδρον, ἄλλας ἐπ̓ ἄλλαις ἐν στόιχῳ περιφερεῖ πολυειδεῖς ἀγλαΐας μηχανᾶσθαι φαίης ἂν αὐτὸ καθάπερ ἐν ὅρμῳ δέρης. αἱ [p. 276] δὲ τῶν δένδρων ἐξαιρέσεις αὐτοῦ καὶ πρὸς χρονίαν μονὴν ἐπιτέχνησις οὐκ ἐλάττονα τῆς ἐς τὴν χρείαν ἡδονῆς ἔχει τὴν φιλοτιμίαν: οὐ γὰρ ὥσπερ τὰ ἄλλα τῶν σύκων ὁμοῦ καὶ κατὰ ταὐτὸν ἔρριπται, οὐδὲ σωρηδὸν χύδην ἡλίῳ τερσαίνεται, ἀλλὰ πρῶτον μὲν ἠρέμα τῶν δένδρων αὐτὰ ταῖς χερσὶν ἀποδρέπουσιν, ἔπειτα ὅρπηξιν ῥάβδοις ἀκανθώδεσι τῶν τοίχων ἀπαρτῶσιν, ἵνα λευκαίνηται μὲν ἡλίῳ καθαρῷ προσομιλοῦντα, μένῃ δ̓ ἀνεπιβούλευτα τῶν ζῴων καὶ τῶν ὀρνιθίων, οἱονεὶ τῶν κέντρων τῇ ἀλεξήσει δορυφορούμενα. καὶ περὶ μὲν γενέσεως αὐτῶν καὶ γλυκύτητος καὶ ὥρας καὶ ποιήσεως καὶ χρείας ταῦτά σοι παῤ ἡμῶν ἐπιστολὴ προσπαίζει. γε μὴν τῶν ἑκατὸν ἀριθμὸς ὡς ἔστι τῶν ἄλλων τιμιώτερος καὶ τὸ τέλεον ἐν αὑτῷ τῶν ἀριθμῶν περιγράφων, μάθοι ἄν τις θεωρῶν τῇδε. καὶ οὐκ ἀγνοῶ μὲν ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν λόγος, τοῦ ἀρτίου τὸν περιττὸν προκεῖσθαι, οὐδὲ ὡς ἀρχήν φασιν αὐξήσεως εἶναι τὸ μὴ συνδυάζον: τὸ γὰρ ὅμοιον θατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοιν τὸν τρίτον εἶναι τὴν περιττότητα. ἐγὼ δ̓ ἄν, εἰ καὶ τολμηρότερος λόγος ἐστί, φαίην ὅμως: ἀρχῆς μὲν εἰσιν οἱ ἀριθμοὶ πάντως ἐξηρτημένοι, καὶ τὸ προσεχὲς τῆς αὐξήσεως διὰ παντὸς ἂν κομίζοιντο. πολλῷ γε μὴν οἶμαι δικαιότερον τῷ ἀρτίῳ μᾶλλον τῷ περιττῷ τὴν τῆς αὐξήσεως αἰτίαν προσκεῖσθαι. μὲν [p. 278] γὰρ εἷς ἀριθμὸς οὐκ ἂν εἴη περιττός, οὐκ ἔχων ὅτου περιττὸς γένοιτο: δὲ τῆς δυάδος συζυγία τίκτει διπλῆν τὴν περιττότητα, κἀκ τῶν δυοῖν ἀριθμῶν τρίτος εἰκότως εἰς αὔξησιν ἔρχεται. πάλιν τε ἐν τῇ τῆς ἑτέρας δυάδος μίξει τῆς τετράδος τὴν ὑπεροχὴν λαμβάνει, καὶ ὅλως πρὸς ἄλληλα κοινωνία τὴν ἐξ ἑκατέρου περιττότητα φαίνουσα εἰς τὸν τῆς δυάδος ἀριθμὸν περικλείεται. δεδομένου δὴ τούτου, φαίην ἂν, οἶμαι, τῆς πρώτης δεκάδος τὴν εἰς αὑτὴν περιφέρειαν ἀνακυκλούσης εἰς τὸν τῆς ἑκατοντάδος ἀριθμὸν τὸ ὅλον διαβαίνειν, ὡς τῷ μὲν ἑνὶ τὴν αὔξησιν ἂν εἰς δέκα συντείνειν, πάλιν δ̓ αὖ τὴν δεκάδα δἰ αὑτῆς ἀνιοῦσαν εἰς τὸν τῶν ἑκατὸν ἀριθμὸν συντελεῖσθαι. κἀντεῦθεν αὖ πάλιν ἐξ ἑκατοντάδων τὸ ὅλον τῶν ἀριθμῶν τὴν δύναμιν καρποῦσθαι, μήτε τοῦ ἑνὸς ἠρεμοῦντος, εἰ μή τι τῆς δυάδος ἐν τῇ μίξει τὸ περιττὸν ἀεὶ τικτούσης τε καὶ εἰς ἑαυτὴν αὖθις ἀνακαλουμένης, ἄχρις ἂν ἑτέρᾳ πάλιν ἑκατοντάδι τῶν ἀριθμῶν τὸ συναγόμενον κατακλείσῃ, καὶ τὸ τέλεον αὐτῷ προσάπτουσα πάλιν ἐξ αὐτοῦ πρὸς τὸ ἕτερον ἑρπύσῃ, ταῖς τῶν ἑκατοντάδων ἐπηγορίαις ἀεὶ τὸ ὅλον εἰς τὸ τῆς καταλήψεως ἄπειρον ἀναφέρουσα. δοκεῖ δέ μοι καὶ Ὅμηρος οὐχ ἁπλῶς οὐδὲ ἀργῶς ἐν τοῖς ἔπεσι τὴν ἑκατονταθύσανον αἰγίδα τῷ Διὶ περιθεῖναι, ἀλλά τινι κρείττονι καὶ ἀπορρήτῳ λόγῳ τοῦτο αἰνίττεσθαι λέγων, ὡς ἄρα [p. 280] τῷ τελεωτάτῳ θεῷ τὸν τελεώτατον ἀριθμὸν περιάψειε καὶ μόνῳ παρὰ τοὺς ἄλλους ἂν δικαιότερον κοσμοῖτο, ὅτι τὸν ξύμπαντα κόσμον, ὃν εἰς αἰγίδος σχῆμα τῷ τῆς εἰκόνος περιφερεῖ ξυνείληφεν, οὐκ ἄλλος πως τῶν ἑκατὸν ἀριθμὸς περιγράφει, τῇ κατὰ κύκλον ἑκατοντάδι τὴν ἐς τὸ ὅλον τοῦ νοητοῦ κατανόησιν ἐφαρμόττων. δ̓ αὐτὸς λόγος οὗτος καὶ τὸν ἑκατοντάχειρα, τὸν Βριάρεω, καθίζει πάρεδρον τῷ Διί, καὶ πρὸς τὴν τοῦ πατρὸς ἁμιλλᾶσθαι συγχωρεῖ δύναμιν, οἷον ἐν τῷ τοῦ ἀριθμοῦ τελέῳ τὸ τέλεον αὐτῷ τῆς ἰσχύος ἀποδιδούς. καὶ μὴν καὶ Πίνδαρος Θηβαῖος τὴν ἀναίρεσιν τὴν Τυφωέως ἐν ἐπινικίοις κηρύττων καὶ τὸ τοῦ μεγίστου τούτου γίγαντος κράτος τῷ μεγίστῳ βασιλεῖ τῶν θεῶν περιτιθεὶς οὐχ ἑτέρωθεν αὐτῷ τῆς εὐφημίας κρατύνει τὴν ὑπερβολὴν ὅτι τὸν γίγαντα τὸν ἑκατοντακέφαλον ἑνὶ βλήματι καθελεῖν ἤρκεσεν, ὡς οὔτε τινὸς ἄλλου εἰς χεῖρα τοῦ Διὸς ἐλθεῖν ἀντιμάχου γίγαντος νομισθέντος ὃν μήτηρ μόνον τῶν ἄλλων ἑκατὸν κεφαλαῖς ὥπλισεν, οὔτε ἑτέρου τινὸς θεῶν μόνου Διὸς ἀξιονικοτέρου πρὸς τὴν τοῦ τοσούτου γίγαντος καθαίρεσιν ὄντος. Σιμωνίδῃ δὲ ἄρα τῷ μελικῷ πρὸς τὴν Ἀπόλλωνος εὐφημίαν ἀρκεῖ τὸν θεὸν Ἕκατον προσειπόντι καὶ καθάπερ ἀντ̓ ἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμῆσαι, διότι τὸν Πύθωνα, τὸν δράκοντα, βέλεσιν ἑκατόν, ὥς φησιν, ἐχειρώσατο, [p. 282] καὶ μᾶλλον αὐτὸν Ἕκατον Πύθιον χαίρειν προσαγορευόμενον, οἷον ὁλοκλήρου τινὸς ἐπωνυμίας συμβόλῳ προσφωνούμενον. γε μὴν τὸν Δία θρεψαμένη νῆσος, Κρήτη, καθάπερ τροφεῖα τῆς Διὸς ὑποδοχῆς ἀντιλαβοῦσα τῷ τῶν ἑκατὸν πόλεων ἀριθμῷ τετίμηται. καὶ Θήβας δὲ ἄρα τὰς ἑκατονταπύλους οὐκ ἄλλου τινὸς τούτου χάριν ἐπαινεῖ Ὅμηρος, διότι ταῖς πύλαις ταῖς ἑκατὸν κάλλος ἦν θαυμαστόν. καὶ σιωπῶ θεῶν ἑκατόμβας καὶ νεὼς ἑκατονταπέδους καὶ βωμοὺς ἑκατοντακρήπιδας καὶ τοὺς ἑκατονταδόχους ἀνδρῶνας καὶ τὰς ἀρούρας δὲ τὰς ἑκατονταπλέθρους καὶ ὅσα ἄλλα θεῖά τε καὶ ἀνθρώπινα τῇ τοῦ ἀριθμοῦ τοῦδε προσηγορίᾳ συνείληπται. γε μὲν ἀριθμὸς οὗτος οἶδε καὶ στρατιωτικὴν ὁμοῦ καὶ εἰρηνικὴν τάξιν κοσμῆσαι, καὶ φαιδρύνει μὲν τὴν ἑκατόντανδρον λοχαγίαν, τιμᾷ δὲ ἥδε καὶ δικαστῶν ἐς τὸ ἴσον ἥκουσαν ἐπωνυμίαν. καί με καὶ πλείω τούτων ἔχοντα λέγειν τῆς ἐπιστολῆς ἐπιστρέφει νόμος: σὺ δὲ ἀλλὰ συγγνώμην ἔχειν τῷ λόγῳ, διότι καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηται. καὶ εἰ μὲν ἔχει μέτριον ἐπὶ σοὶ κριτῇ κάλλος τὸ ἐγχείρημα, πάντως καὶ πρὸς τοὺς ἄλλους ἔκφορον ἔσται, τῆς παρὰ σοῦ ψήφου τὴν μαρτυρίαν δεξάμενον: εἰ δὲ χειρὸς ἑτέρας προσδεῖται πρὸς τὸ τοῦ σκοποῦ συμπλήρωμα, τίς ἂν σοῦ κάλλιον εἰδείη τὴν γραφὴν εἰς κάλλος ἀκριβώσας πρὸς τὴν τῆς θέας ἡδονὴν ἀπολεᾶναι; [p. 284]

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: