previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅτι δὲ οὐκ ἄνθρωπος, ἀλλὰ δαίμων τις, ὥσπερ [p. 112] εἴρηται, ἀνθρωπόμορφος ἦν, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος ὧν εἰς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν. [2] ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμένων καὶ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται. [3] τὸ μὲν οὖν μέτρον ἐς τὸ ἀκριβὲς φράσαι τῶν ὑπ̓ αὐτοῦ ἀνῃρημένων οὐκ ἄν ποτε, μοὶ δοκεῖ, τῶν πάντων τινὶ τῷ θεῷ δυνατὰ εἴη. [4] θᾶσσον γὰρ ἄν τις, οἶμαι, τὴν πᾶσαν ψάμμον ἐξαριθμήσειεν ὅσους βασιλεὺς οὗτος ἀνῄρηκε. τὴν δὲ χώραν ἐπὶ πλεῖστον διαριθμούμενος, ἥνπερ ἔρημον τῶν ἐνοικούντων ξυμπέπτωκεν εἶναι, μυριάδας μυριάδων μυρίας φημὶ ἀπολωλέναι. [5] Λιβύη μὲν γὰρ ἐς τοσοῦτον διήκουσα μέτρον οὕτως ἀπόλωλεν ὥστε ὁδὸν ἰόντι πολλὴν ἀνδρὶ ἐντυχεῖν χαλεπόν τε καὶ λόγου ἄξιον εἶναι. [6] καίτοι Βανδίλων μὲν τῶν ὅπλα ἀρχὴν αἰρομένων ἐνταῦθα μυριάδες ὀκτὼ ἐτύγχανον οὖσαι, γυναίων δὲ καὶ παιδαρίων καὶ θεραπόντων αὐτῶν τίς ἂν εἰκάσειε μέτρον; [7] Λιβύων δὲ τῶν ἐν ταῖς πόλεσιν ᾠκημένων τὰ πρότερα καὶ γῆν γεωργούντων ἐργασίαν τε τὴν κατὰ θάλασσαν ἐργαζομένων, ὅπερ μοι αὐτόπτῃ ἐπὶ πλεῖστον γεγονέναι τετύχηκε, πῶς ἄν τις τὸ πλῆθος διαριθμεῖσθαι ἱκανὸς εἴη τῶν πάντων ἀνθρώπων; τούτων δὲ πολλῷ ἔτι [p. 113] πλείους Μαυρούσιοι ἦσαν ἐνταῦθα, οἷς δὴ ἅπασι ξύν τε γυναιξὶ καὶ γόνῳ διεφθάρθαι ξυνέβη. [8] πολλοὺς δὲ αὖ τὴ καὶ Ῥωμαίων στρατιωτῶν καὶ τῶν αὐτοῖς ἐκ Βυζαντίου ἐπισπομένων γῆ ἔκρυψεν. ὥστε εἴ τις μυριάδας ἀνθρώπων ἔν γε Λιβύῃ πεντακοσίας ἰσχυρίζεται ἀπολωλέναι, οὐκ ἄν ποτε τῷ πράγματι, οἶμαι, [9] διαρκῶς εἴποι. αἴτιον δὲ ὅτι Βανδίλων εὐθὺς ἡσσημένων οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ̓ ὅπως οἱ τῶν ἀγαθῶν φυλακὴ ἐν τῷ ἀσφαλεῖ εὐνοίᾳ τῶν κατηκόων εἴη προὐνόησεν, ἀλλὰ Βελισάριον αὐτίκα μελλήσει οὐδεμιᾷ μετεπέμπετο, τυραννίδα οἱ οὐδαμόθεν προσήκουσαν ἐπεγκαλέσας, ὅπως τὸ ἐνθένδε διοικούμενος κατ̓ ἐξουσίαν Λιβύην καταπιὼν ὅλην ληΐζηται. [10] Τιμητὰς ἀμέλει τῆς γῆς εὐθὺς ἔπεμπε καὶ φόρους ἐπετίθει πικροτάτους τινὰς οὐ πρότερον ὄντας. καὶ τῶν χωρίων προσεποιεῖτο, εἴ τι ἄριστον ἦν, καὶ Ἀρειανοὺς τῶν ἐν σφίσιν αὐτοῖς μυστηρίων εἶργε. [11] καὶ ταῖς στρατιωτικαῖς συντάξεσιν ὑπερήμερος ἦν, καὶ ἄλλως τοῖς στρατιώταις ἐγεγόνει βαρύς. ἐξ ὧν αἱ στάσεις φυόμεναι τετελευτήκασιν εἰς ὄλεθρον μέγαν. [12] οὐ γὰρ μένειν ἐν τοῖς καθεστῶσί ποτε ἴσχυεν, ἀλλὰ ξυγχεῖν τε καὶ ἀναθολοῦν ἐπεφύκει πάντα. [13] Ἰταλία δὲ οὐχ ἧσσον τριπλασία Λιβύης οὖσα ἔρημος ἀνθρώπων πολλῷ μᾶλλον ἔτι ἐκείνη πανταχόθι [p. 114] γεγένηται. ὥστε δὴ μέτρου τῶν κἀνταῦθα [14] ἀνῃρημένων ἐγγύθεν δήλωσις ἔσται. γὰρ αἰτία τῶν ἐν Ἰταλίᾳ ξυμπεπτωκότων ἤδη μοι ἔμπροσθεν δεδιήγηται. ἅπαντά τε γὰρ ὅσα ἐν Λιβύῃ, κἀνταῦθα αὐτῷ ἡμαρτήθη. [15] καὶ τοὺς καλουμένους λογοθέτας προσεπιπέμψας ἀνεχαίτισέ τε καὶ διέφθειρεν εὐθὺς ἅπαντα. [16] κατέτεινε δὲ Γότθων ἀρχὴ πρὸ τοῦδε τοῦ πολέμου ἐκ Γάλλων τῆς γῆς ἄχρι τῶν Δακίας ὁρίων, [17] οὗ δὴ πόλις τὸ Σίρμιόν ἐστι. Γαλλίας μὲν οὖν καὶ Βενετίων γῆν τὴν πολλὴν Γερμανοὶ ἔσχον, ἐπειδὴ ἀφίκετο ἐς Ἰταλίαν Ῥωμαίων στρατός. [18] Σίρμιον δὲ καὶ τὰ ἐκείνῃ χωρία Γήπαιδες κατέχουσιν, ἅπαντα μέντοι συλλήβδην εἰπεῖν ἀνθρώπων παντελῶς ἔρημα. [19] τοὺς μὲν γὰρ πόλεμος, τοὺς δὲ νόσος τε καὶ λιμὸς διεχρήσαντο, δὴ τῷ πολέμῳ ἕπεσθαι πέφυκεν. [20] Ἰλλυριοὺς δὲ καὶ Θρᾴκην ὅλην, εἴη δ̓ ἂν ἐκ κόλπου τοῦ Ἰονίου μέχρι ἐς τὰ Βυζαντίων προάστεια, ἐν τοῖς Ἑλλάς τε καὶ Χερρονησιωτῶν χώρα ἐστὶν, Οὖννοί τε καὶ Σκλαβηνοὶ καὶ Ἄνται σχεδόν τι ἀνὰ πᾶν καταθέοντες ἔτος, ἐξ οὗ Ἰουστινιανὸς παρέλαβε τὴν Ῥωμαίων ἀρχὴν, ἀνήκεστα ἔργα εἰργάσαντο τοὺς ταύτῃ ἀνθρώπους. [21] πλέον γὰρ ἐν ἑκάστῃ ἐσβολῇ οἶμαι κατὰ μυριάδας εἴκοσιν εἶναι τῶν τε ἀνῃρημένων καὶ ἠνδραποδισμένων ἐνταῦθα Ῥωμαίων, ὥστε τὴν Σκυθῶν [p. 115] ἐρημίαν ἀμέλει ταύτης πανταχόσε τῆς γῆς ξυμβαίνειν εἶναι. [22] Τὰ μὲν οὖν ἐν Λιβύῃ τε καὶ Εὐρώπῃ κατὰ τὸν πόλεμον ξυνενεχθέντα τοιαῦτά ἐστι. Σαρακηνοὶ δὲ τοὺς ἑῴους Ῥωμαίους ἐκ τῆς Αἰγύπτου μέχρι τῶν Περσίδος ὁρίων πάντα τοῦτον τὸν χρόνον διηνεκῶς καταθέοντες οὕτω δὴ ἐνδελεχέστατα κατειργάσαντο, ὥστε ὀλιγανθρωπότατα ξύμπαντα ἐγεγόνει τὰ ἐκείνῃ χωρία, καὶ οὐ μήποτε ἀνθρώπῳ, οἶμαι, δυνατὰ ἔσται τὸ μέτρον τῶν οὕτως ἀπολωλότων διερευνωμένῳ εὑρέσθαι. [23] Πέρσαι τε καὶ Χοσρόης τετράκις μὲν ἐμβάλλοντες ἐς τὴν ἄλλην Ῥωμαίων ἀρχὴν τάς τε πόλεις καθεῖλον καὶ τοὺς ἀνθρώπους οὓς ἂν λάβοιεν ἔν τε πόλεσι ταῖς ἁλισκομέναις καὶ χώρᾳ ἑκάστῃ τοὺς μὲν κτείνοντες, τοὺς δὲ ξὺν αὑτοῖς ἐπαγόμενοι, ἔρημον τὴν γῆν κατεστήσαντο τῶν ἐνοικούντων, ᾗπερ αὐτοὺς ἐπισκῆψαι ξυνέπεσεν. [24] ἐξ οὗ δὲ καὶ εἰς γῆν τὴν Κολχίδα ἐσήλασαν, αὐτοῖς τε καὶ Λαζοῖς καὶ Ῥωμαίοις διαφθείρεσθαι μέχρι δεῦρο ξυμβαίνει. [25] Οὐ μέντοι οὐδὲ Πέρσαις Σαρακηνοῖς Οὔννοις τῷ Σκλαβηνῶν γένει τῶν ἄλλων βαρβάρων τισὶν ἀκραιφνέσιν ἐκ Ῥωμαίων τῆς γῆς ξυνηνέχθη ἀπαλλαγῆναι. [26] ἔν τε γὰρ ταῖς ἐφόδοις καὶ πολλῷ ἔτι μᾶλλον ἔν τε πολιορκίαις καὶ ξυμβολαῖς ἐναντιώμασι [p. 116] πολλοῖς προσεπταικότες οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν. [27] οὐ γὰρ Ῥωμαῖοι μόνον, ἀλλὰ καὶ βάρβαροι σχεδόν τι πάντες τῆς Ἰουστινιανοῦ μιαιφονίας ἀπώναντο. [28] ἦν μὲν γάρ τε καὶ Χοσρόης αὐτός τε πονηρὸς τὸ ἦθος καὶ, ὥς μοι ἐν λόγοις εἴρηται τοῖς καθήκουσι, τὰς μὲν αἰτίας αὐτῷ τοῦ πολέμου ὅδε παρείχετο πάσας. [29] οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς πράξεις, ἀλλ̓ ἀπὸ καιροῦ πάντα εἰργάζετο, ἐν μὲν εἰρήνῃ καὶ σπονδαῖς ἐξαρτυόμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας, ἐν δὲ τῷ πολέμῳ ἀναπεπτωκώς τε οὐδενὶ λόγῳ καὶ τὴν τῶν ἔργων παρασκευὴν ὀκνηρῶς ἄγαν διὰ φιλοχρηματίαν ποιούμενος, ἀντί τε σπουδῆς τῆς περὶ ταῦτα περισκοπῶν μὲν τὰ μετέωρα, περιέργος δὲ ἀμφὶ τῇ τοῦ θεοῦ φύσει γινόμενος, καὶ οὔτε τὸν πόλεμον μεθιεὶς, τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε ὢν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας περιεργάζεσθαι. [30] ταύτῃ τε αὐτοῦ βασιλεύοντος γῆ ξύμπασα ἔμπλεως [p. 117] αἵματος ἀνθρωπείου ἔκ τε Ῥωμαίων καὶ βαρβάρων σχεδόν τι πάντων διαρκῶς γέγονε. [31] Ταῦτα μέντοι κατὰ τὸν πόλεμον πανταχόθι γῆς τῆς Ῥωμαίων ξυλλήβδην εἰπεῖν ὑπὸ τοῦτον τὸν χρόνον ξυνηνέχθη γενέσθαι. [32] τὰ δὲ κατὰ στάσιν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ ξυνενεχθέντα διαριθμούμενος οὐκ ἐλάσσω ἀνθρώπων φόνον ταύτῃ ξυμβῆναι κατὰ τὸν πόλεμον οἴομαι. [33] τοῦ γὰρ δικαίου καὶ τῆς ὁμοίας ἐπιστροφῆς ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἥκιστα ὄντων, ἀλλὰ κατεσπουδασμένου τῷ βασιλεῖ θατέρου τοῖν μεροῖν μάλιστα ἡσυχίαν οὐδὲ θάτεροι ἦγον, ἀλλ̓ οἱ μὲν τῷ ἐλασσοῦσθαι, οἱ δὲ τῷ θαρσεῖν ἐς ἀπόγνωσίν τε καὶ ἀπόνοιαν ἀεὶ ἔβλεπον, καὶ πὴ μὲν ἀθρόοι ἐπ̓ ἀλλήλους ἰόντες, πὴ δὲ κατ̓ ὀλίγους μαχόμενοι, καὶ κατ̓ ἄνδρα ἕνα τὰς ἐνέδρας, ἂν οὕτω τύχοι, ποιούμενοι ἐς δύο καὶ τριάκοντα ἐνιαυτοὺς οὐδένα ἀνιέντες καιρὸν αὐτοί τε εἰργάζοντο ἀλλήλους ἀνήκεστα ἔργα καὶ πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς ὡς τὰ πολλὰ διεφθείροντο. [34] μέντοι τίσις τῶν ἁμαρτανομένων ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τοὺς Πρασίνους ἐγίνετο. ἔτι μὴν καὶ ἐς τοὺς Σαμαρείτας καὶ τοὺς καλουμένους αἱρετικοὺς κόλασις φόνου ἐνέπλησε τὴν Ῥωμαίων ἀρχήν. [35] ταῦτα δέ μοι ὅσον ἐν κεφαλαίῳ εἰρῆσθαι ἀπομνημονεύεται τανῦν, ἐπεί μοι ἱκανῶς ὀλίγῳ ἔμπροσθεν δεδιήγηται. [p. 118] [36] Ταῦτα μὲν κατὰ τὸν ἐν σώματι γενόμενον δαίμονα τετύχηκε γενέσθαι ἐς πάντας ἀνθρώπους, ὧνπερ τὰς αἰτίας αὐτὸς ἅτε βασιλεὺς καταστὰς ἔδωκε: καὶ ὅσα μέντοι κατακεκρυμμένῃ δυνάμει καὶ φύσει δαιμονίᾳ διειργάσατο ἀνθρώπους κακὰ, ἐγὼ δηλώσω. [37] τούτου γὰρ Ῥωμαίων διοικουμένου τὰ πράγματα πολλὰ καὶ ἄλλα πάθη ξυνηνέχθη γενέσθαι, ἅπερ οἱ μὲν τῇ τοῦ πονηροῦ δαίμονος τῇδε παρουσίᾳ ἰσχυρίζοντο καὶ μηχανῇ ξυμβῆναι, οἱ δὲ αὐτοῦ τὸ θεῖον τὰ ἔργα μισῆσαν ἀποστραφέν τε ἀπὸ τῆς Ῥωμαίων ἀρχῆς, χώραν δαίμοσι τοῖς παλαμναίοις ἐνδεδωκέναι ταῦτα διαπράξασθαι [38] τῇδε. Ἔδεσσαν μὲν γὰρ Σκιρτὸς ἐπικλύσας ποταμὸς μυρίων δημιουργὸς τοῖς ἐκείνῃ ἀνθρώποις συμφορῶν γέγονεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται. [39] Νεῖλος δὲ ἀναβὰς μὲν ᾗπερ εἰώθει, χρόνοις δὲ οὐκ ἀποβὰς τοῖς καθήκουσι, δεινά τινας τῶν ᾠκημένων εἰργάσατο ἔργα, ἅπερ μοι καὶ πρότερον δεδιήγηται. [40] Κύδνος δὲ Ταρσὸν περιβαλλόμενος σχεδόν τι πᾶσαν [p. 119] ἡμέρας τε αὐτὴν ἐπικλύσας πολλὰς οὐ πρότερον ἀπέστη ἕως αὐτὴν ἀνήκεστα κακὰ ἔδρασε. [41] σεισμοὶ δὲ Ἀντιόχειάν τε καθεῖλον τὴν τῆς ἑῴας πρώτην καὶ Σελεύκειαν, ἥπερ αὐτῆς ἐκ γειτόνων οἰκεῖται, καὶ τὴν ἐν Κίλιξιν ἐπιφανεστάτην Ἀνάζαρβον. [42] αἷς τῶν ξυναπολωλότων ἀνθρώπων τὸ μέτρον τίς ἂν διαριθμεῖσθαι δυνατὸς εἴη; προσθείη δὲ ἄν τις τά τε Ἴβωρα καὶ Ἀμάσειαν, πρώτη ἐν Πόντῳ ἐτύγχανεν οὖσα, Πολύβοτόν τε τὴν ἐν Φρυγίᾳ καὶ ἣν Πισίδαι Φιλομηδὴν καλοῦσι, Λύχνιδόν τε τὴν ἐν Ἠπειρώταις καὶ Κόρινθον, αἳ δὴ πολυανθρωπόταται ἐκ παλαιοῦ ἦσαν. [43] ταύταις γὰρ ἁπαξαπάσαις ὑπὸ τοῦτον τὸν χρόνον σεισμῷ τε καταπεσεῖν καὶ τοῖς ᾠκημένοις σχεδόν τι πᾶσι ξυνδιολωλέναι τετύχηκεν. [44] ἐπιγενόμενος δὲ καὶ λοιμὸς, οὗ πρόσθεν ἐμνήσθην, τὴν ἡμίσειαν μάλιστα τῶν περιγινομένων ἀνθρώπων ἀπήνεγκε μοῖραν. [45] τοσούτων μὲν ἀνθρώπων ἐγένετο φθόρος, Ἰουστινιανοῦ πρότερον Ῥωμαίοις διοικουμένου τὴν πολιτείαν καὶ ὕστερον τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. [p. 120]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: