Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
διαρκῶς δεδιηγῆσθαι οἶμαι. ὡς δὲ καὶ τοὺς
ἄλλους εὐδαίμονας δοκοῦντας εἶναι συκοφαντίᾳ περιιὼν
ἀφαιρεῖσθαι τὰ χρήματα ἴσχυσεν, ἱκανώτατά μοι εἰρῆσθαι
νομίζω, οὐ μέντοι στρατιώτας τε καὶ ἄρχουσι
πᾶσιν ὑπηρετοῦντας καὶ τοὺς ἐν Παλατίῳ στρατευομένους,
γεωργούς τε καὶ χωρίων κτήτορας καὶ κυρίους
καὶ οἷς ἐν λόγοις τὰ ἐπιτηδεύματά ἐστιν, ἀλλὰ μὴν
ἐμπόρους τε καὶ ναυκλήρους καὶ ναύτας βαναύσους τε
[p. 161]
καὶ χειρώνακτας καὶ ἀγοραίους καὶ οἷς ἀπὸ τῶν ἐπὶ
τῆς σκηνῆς ἐπιτηδευμάτων ὁ βίος, καὶ μὴν καὶ τοὺς
ἄλλους ὡς εἰπεῖν ἅπαντας, ἐς οὓς διικνεῖσθαι βλάβος
τὸ ἐκ τοῦδε συμβαίνει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.