Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι
μὲν ἐς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν,
ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ αὐτὰ ἐσκομίζεσθαι καὶ
βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ
φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους
καθίστασθαι ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη τόν τε
σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι καὶ τίμημα ἕτερον ὑπὲρ
αὐτοῦ κατατιθέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.