previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅντινα δὲ τρόπον τῶν πόλεων τοὺς κόσμους καὶ τὰ ἐγκαλλωπίσματα πάντα ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ καθελεῖν ἴσχυσεν αὐτίκα ἐροῦμεν. [2] πρῶτα μὲν καταλύειν τὸ τῶν ῥητόρων ἀξίωμα ἔγνω. τά τε γὰρ ἔπαθλα αὐτοὺς ἀφείλετο εὐθὺς ἅπαντα, οἷσπερ τρυφᾶν τε τὰ πρότερα καὶ ἐγκαλλωπίζεσθαι τῆς συνηγορίας ἀφειμένοι εἰώθασι, καὶ διωμότους συνίστασθαι τοὺς διαφερομένους ἐκέλευσε, καὶ ἀπ̓ αὐτοῦ περιυβρισμένοι ἐν πολλῇ ἀθυμίᾳ ἐγένοντο. [3] ἐπεὶ δὲ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων εὐδαιμόνων δοκούντων εἶναι ἔν τε Βυζαντίῳ καὶ πάσῃ τῇ Ῥωμαίων ἀρχῇ πάσας, ὥσπερ ἐρρήθη, τὰς οὐσίας ἀφείλετο, ἀργεῖν τὸ λοιπὸν τῷ ἐπιτηδεύματι τούτῳ ἐλέλειπτο. [4] οὐ γὰρ εἶχον ἄνθρωποι λόγου ὁτουοῦν οὐδὲν ἄξιον, οὗπερ ἂν καὶ ἀμφισβητοῖεν ἀλλήλοις. αὐτίκα τοίνυν ἐκ πολλῶν μὲν ὀλίγοι, ἐξ ἐνδόξων δὲ λίαν κομιδῆ ἄδοξοι πανταχόθι γεγονότες τῆς γῆς πενίᾳ μὲν, ὡς τὸ εἰκὸς, πολλῇ εἴχοντο, μόνην δὲ ὕβριν τὴν ἀπὸ τοῦ ἔργου φερόμενοι ἀπηλλάσσοντο. [5] Ἀλλὰ καὶ τοὺς ἰατρούς τε καὶ διδασκάλους τῶν ἐλευθερίων τῶν ἀναγκαίων ἀπορεῖσθαι πεποίηκε. τάς τε γὰρ σιτήσεις, ἃς οἱ πρότερον βεβασιλευκότες ἐκ τοῦ δημοσίου χορηγεῖσθαι τούτοις δὴ τοῖς ἐπιτηδεύμασιν ἔταξαν, ταύτας δὴ οὗτος ἀφείλετο πάσας. [6] καὶ μὴν καὶ [p. 159] ὅσους οἱ τὰς πόλεις οἰκοῦντες ἁπάσας πολιτικῶν σφίσιν θεωρητικῶν οἴκοθεν πεποίηνται πόρους, καὶ τούτους μεταγαγὼν φόροις ἀναμῖξαι τοῖς δημοσίοις ἐτόλμησε. [7] καὶ οὔτε ἰατρῶν τις διδασκάλων τὸ λοιπὸν ἐγίνετο λόγος οὔτε δημοσίας τις ἔτι οἰκοδομίας προνοεῖν ἴσχυσεν οὔτε λύχνα ταῖς πόλεσιν ἐν δημοσίῳ ἐκάετο οὔτε τις ἦν ἄλλη παραψυχὴ τοῖς ταύτας οἰκοῦσι. [8] τά τε γὰρ θέατρα καὶ ἱππόδρομοι καὶ κυνηγέσια ἐκ τοῦ ἐπὶ πλεῖστον ἅπαντα ἤργει, οὗ δή οἱ τὴν γυναῖκα τετέχθαι τε καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι ξυνέβαινεν. [9] ὕστερον δὲ ταῦτα δὴ ἀργεῖν ἐν Βυζαντίῳ ἐκέλευσε τὰ θεάματα, τοῦ μὴ τὰ εἰωθότα χορηγεῖν τὸ δημόσιον πολλοῖς τε καὶ σχεδόν τι ἀναρίθμοις οὖσιν, [10] οἷς ἐνθένδε βίος. ἦν τε ἰδίᾳ τε καὶ κοινῇ λύπη τε καὶ κατήφεια, ὥσπερ ἄλλο τι τῶν ἀπ̓ οὐρανοῦ ἐπισκήψασαι πάθος, καὶ βίος πᾶσιν ἀγέλαστος. [11] ἄλλο τε τὸ παράπαν οὐδὲν ἐφέρετο τοῖς ἀνθρώποις ἐν διηγήμασιν, οἴκοι τε οὖσι καὶ ἀγοράζουσι κἀν τοῖς ἱεροῖς διατρίβουσιν συμφοραί τε καὶ πάθη καὶ καινοτέρων ἀτυχημάτων ὑπερβολή. [12] Ταῦτα μὲν οὕτω ταῖς πόλεσιν εἶχεν. δὲ τῷ λόγῳ λείπεται, τοῦτο εἰπεῖν ἄξιον. ὕπατοι Ῥωμαίων ἀνὰ πᾶν ἔτος ἐγινέσθην δύο, ἅτερος μὲν ἐν Ῥώμῃ, δὲ δὴ ἕτερος ἐν Βυζαντίῳ. [13] ὅστις δὲ εἰς τὴν τιμὴν ἐκαλεῖτο ταύτην πλέον κεντηνάρια χρυσοῦ εἴκοσιν ἐς τὴν πολιτείαν ἀναλοῦν ἔμελλεν, ὀλίγα μὲν οἰκεῖα, [14] τὰ δὲ πλεῖστα πρὸς βασιλέως κεκομισμένος. ταῦτά τε [p. 160] τὰ χρήματα ἔς τε τοὺς ἄλλους, ὧνπερ ἐμνήσθην, καὶ ἐς τῶν βίων τοὺς ἀπορωτέρους ἐκ τοῦ ἐπὶ πλεῖστον φερόμενα καὶ διαφερόντως ἐς τοὺς ἐπὶ σκηνῆς ἅπαντα τὰ πράγματα ἐς ἀεὶ τῇ πόλει ἀνίστη. [15] ἐξ οὗ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβεν, οὐκέτι καιροῖς τοῖς καθήκουσι ταῦτα ἐπράσσετο: ἀλλὰ τὰ μὲν πρῶτα πολλοῦ Ῥωμαίοις ὕπατος καθίστατο χρόνου, τελευτῶντες δὲ οὐδὲ ὄναρ τὸ πρᾶγμα ἑώρων, ἐξ οὗ δὴ πενίᾳ τινὶ ἐνδελεχέστατα ἐσφίγγετο τὰ ἀνθρώπεια, τὰ μὲν εἰωθότα τοῦ βασιλέως οὐκέτι τοῖς ὑπηκόοις παρεχομένου, τὰ δὲ ὑπάρχοντα τρόποις ἅπασι πανταχόθεν ἀφαιρουμένου. [16] Ὡς μὲν οὖν τὰ δημόσια καταπιὼν ξύμπαντα χρήματα τοὺς ἐκ τῆς συγκλήτου βουλῆς λυμεὼν οὗτος ἕκαστόν τε ἰδίᾳ καὶ κοινῇ ξύμπαντας τὰς οὐσίας ἀφῄρηται, [17] διαρκῶς δεδιηγῆσθαι οἶμαι. ὡς δὲ καὶ τοὺς ἄλλους εὐδαίμονας δοκοῦντας εἶναι συκοφαντίᾳ περιιὼν ἀφαιρεῖσθαι τὰ χρήματα ἴσχυσεν, ἱκανώτατά μοι εἰρῆσθαι νομίζω, οὐ μέντοι στρατιώτας τε καὶ ἄρχουσι πᾶσιν ὑπηρετοῦντας καὶ τοὺς ἐν Παλατίῳ στρατευομένους, γεωργούς τε καὶ χωρίων κτήτορας καὶ κυρίους καὶ οἷς ἐν λόγοις τὰ ἐπιτηδεύματά ἐστιν, ἀλλὰ μὴν ἐμπόρους τε καὶ ναυκλήρους καὶ ναύτας βαναύσους τε [p. 161] καὶ χειρώνακτας καὶ ἀγοραίους καὶ οἷς ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδευμάτων βίος, καὶ μὴν καὶ τοὺς ἄλλους ὡς εἰπεῖν ἅπαντας, ἐς οὓς διικνεῖσθαι βλάβος τὸ ἐκ τοῦδε συμβαίνει. [18] Οἷα δὲ τούς τε προσαιτητὰς καὶ ἀγελαίους ἀνθρώπους καὶ πτωχούς τε καὶ λώβῃ πάσῃ ἐχομένους εἰργάσατο, αὐτίκα ἐροῦμεν: τὰ γὰρ ἀμφὶ τοῖς ἱερεῦσιν αὐτῷ πεπραγμένα ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται. [19] πρῶτα μὲν, ὅπερ εἴρηται, ἅπαντα περιβεβλημένος τὰ πωλητήρια καὶ ὠνίων τῶν ἀναγκαιοτάτων τὰ λεγόμενα καταστησάμενος μονοπώλια πλέον τριπλάσια τιμήματα πάντας ἀνθρώπους ἐπράττετο. [20] καὶ τὰ μὲν ἄλλα ἐπεὶ ἀνάριθμά μοι ἔδοξεν εἶναι, οὐκ ἂν ἔγωγε λόγῳ ἀτελευτήτῳ καταλέγειν φιλονεικοίην: ἀπὸ δὲ τῶν τοὺς ἄρτους ὠνουμένων πικρότατα ἐς πάντα τὸν αἰῶνα ἐσύλει, οὓς δὴ καὶ χειρώνακτας καὶ πτωχοὺς καὶ πάσῃ λώβῃ ἐχομένους ἀνθρώπους μὴ οὐκ ὠνεῖσθαι ἀδύνατον. [21] αὐτὸς μὲν γὰρ ἐς τρία κεντηνάρια φέρεσθαι ἀνὰ πᾶν ἔτος ἐνθένδε ἠξίου, ὅπως οἱ ἄρτοι ἀξιώτεροι ὦσι καὶ σποδοῦ ἔμπλεῳ: οὐδὲ γὰρ ἐς τοῦτο δὴ τὸ τῆς αἰσχροκερδείας ἀσέβημα βασιλεὺς οὗτος ὀκνηρὸς ᾔει: [22] ταύτῃ δὲ τῇ σκήψει οἰκεῖα κέρδη ἐπιτεχνώμενοι οἷς ἐπέκειτο τιμὴ αὕτη αὐτοὶ μὲν ῥᾷστα ἐς πλοῦτόν τινα περιίσταντο μέγαν, λιμὸν δὲ τοῖς πτωχοῖς χειροποίητον ἐν εὐθηνοῦσι χρόνοις ἀεὶ παρὰ δόξαν εἰργάζοντο, ἐπεὶ οὐδὲ σῖτον ἑτέρωθέν τινι εἰσκομίζεσθαι [p. 162] τὸ παράπαν ἐξῆν, ἀλλὰ ἀναγκαῖον ἦν ἅπασι τούτους δὴ ὠνουμένους ἄρτους ἐσθίειν. [23] Τὸν δὲ τῆς πόλεως ὀχετὸν διερρωγότα τε ὁρῶντες καὶ μοῖραν ὕδατος ὀλίγην τινὰ ἐς τὴν πόλιν εἰσάγοντα ὑπερεώρων τε καὶ οὐδ̓ ὁτιοῦν αὐτῷ προέσθαι ἤθελον, καίπερ ὁμίλου ἀεὶ ἀμφὶ τὰς κρήνας ἀποπνιγομένου πολλοῦ, καὶ τῶν βαλανείων ἀποκεκλεισμένων ἁπάντων: καίτοι ἐς οἰκοδομίας θαλασσίους τε καὶ ἀνοήτους ἄλλας μέγεθος χρημάτων οὐδενὶ λόγῳ προΐετο, πανταχόθι τῶν προαστείων ἐπιτεχνώμενος, ὥσπερ τῶν βασιλείων αὐτοὺς οὐ χωρούντων, ἐν οἷς δὴ ἅπαντες οἱ πρότερον βεβασιλευκότες διαβιοῦν ἐς ἀεὶ ἤθελον. [24] οὕτως οὐ χρημάτων φειδοῖ, ἀλλὰ φθόρου ἀνθρώπων ἕνεκα τῆς τοῦ ὀχετοῦ οἰκοδομίας ὀλιγωρεῖν ἔγνω, ἐπεὶ οὐδεὶς ἐκ τοῦ παντὸς χρόνου Ἰουστινιανοῦ τοῦδε ἑτοιμότερος γέγονεν ἀνθρώπων ἁπάντων χρήματά τε προσποιεῖσθαι κακῶς, καὶ ταῦτα χειρόνως αὐτίκα δὴ μάλα προέσθαι. [25] δυοῖν τοίνυν ἀπολελειμμένοιν ἔν τε ποτῷ καὶ τοῖς ἐδωδίμοις τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν, ὕδατός τε καὶ ἄρτου, δἰ ἀμφοῖν αὐτοὺς, ὥσπερ μοι δεδιήγηται, βασιλεὺς ὅδε ἔβλαψε, τὸ μὲν ἄπορον σφίσι, τὸν δὲ πολλῷ ἀξιώτερον ἐργασάμενος. [26] Οὐ μόνον δὲ τοὺς ἐν Βυζαντίῳ προσαιτητὰς, ἀλλὰ καὶ τῶν ἑτέρωθι ᾠκημένων τινὰς ἔδρασε ταῦτα, ὥσπερ μοι αὐτίκα λελέξεται. [27] Ἰταλίαν γὰρ Θευδέριχος ἑλὼν τοὺς ἐν τῷ Ῥώμης Παλατίῳ στρατευομένους αὐτοῦ [p. 163] εἴασεν, ὅπως τι διασώζοιτο πολιτείας ἐνταῦθα τῆς παλαιᾶς ἴχνος, μίαν ἀπολιπὼν σύνταξιν ἐς ἡμέραν ἑκάστῳ. [28] ἦσαν δὲ οὗτοι παμπληθεῖς ἄγαν. οἵ τε γὰρ σιλεντιάριοι καλούμενοι καὶ δομέστικοι καὶ σχολάριοι ἐν αὐτοῖς ἦσαν, οἷς δὴ ἄλλο οὐδὲν ἀπελέλειπτο τὸ τῆς στρατείας ὄνομα μόνον, καὶ σύνταξις αὕτη ἐς τὸ ἀποζῆν ἀποχρῶσα μόλις αὐτοῖς, ἅπερ ἔς τε παῖδας καὶ ἀπογόνους Θευδέριχος αὐτοὺς παραπέμπειν ἐκέλευσε. [29] τοῖς τε προσαιτηταῖς οἳ παρὰ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν δίαιταν εἶχον, τρισχιλίους σίτου μεδίμνους χορηγεῖν ἀεὶ τὸ δημόσιον ἀνὰ πᾶν ἔτος διώρισεν: ἅπερ ἅπαντες οὗτοι διαγεγόνασι κομιζόμενοι ἕως Ἀλέξανδρος Ψαλίδιος ἐς τὴν Ἰταλίαν ἀφίκετο. [30] πάντα γὰρ εὐθὺς οὗτος ἀνὴρ ὀκνήσει οὐδεμιᾷ περιελεῖν ἔγνω. ταῦτα μαθὼν Ἰουστινιανὸς Ῥωμαίων αὐτοκράτωρ τήν τε πρᾶξιν προσήκατο ταύτην καὶ τὸν Ἀλέξανδρον ἔτι μᾶλλον πρότερον διὰ τιμῆς ἔσχεν. ἐν ταύτῃ Ἀλέξανδρος τῇ πορείᾳ καὶ τοὺς Ἕλληνας εἰργάσατο τάδε. [31] Τοῦ ἐν Θερμοπύλαις φυλακτηρίου οἱ τὰ ἐκείνῃ γεωργοῦντες χωρία ἐκ παλαιοῦ ἐπεμελοῦντο, ἐκ περιτροπῆς τε τὸ ἐνταῦθα τεῖχος ἐφύλασσον, ἡνίκα δὴ ἔφοδος βαρβάρων τινῶν ὡς ἐπισκήψει ἐς τὴν Πελοπόννησον ἐπίδοξος ἦν. [32] ἀλλ̓ ἐνταῦθα γενόμενος τότε Ἀλέξανδρος οὗτος προνοεῖν Πελοποννησίων σκηπτόμενος οὐκ ἔφη [p. 164] γεωργοῖς τὸ ταύτῃ φυλακτήριον ἐπιτρέψειν. [33] στρατιώτας οὖν ἐνταῦθα εἰς δισχιλίους καταστησάμενος οὐκ ἐκ τοῦ δημοσίου χορηγεῖσθαι σφίσι τὰς συντάξεις διώρισεν, ἀλλὰ τῶν ἐν τῇ Ἑλλάδι πασῶν πόλεων τά τε πολιτικὰ καὶ θεωρητικὰ ξύμπαντα χρήματα ἐς τὸ δημόσιον ἐπὶ τῷ προσχήματι τούτῳ μετήνεγκεν, ἐφ̓ ἐνθένδε οἱ στρατιῶται οὗτοι σιτίζοιντο, καὶ ἀπ̓ αὐτοῦ ἔν τε τῇ ἄλλῃ πάσῃ Ἑλλάδι καὶ οὐχ ἥκιστα ἐν Ἀθήναις αὐταῖς οὔτε τις ἐν δημοσίῳ οἰκοδομία ἀνενεώθη οὔτε ἄλλο ἀγαθὸν οἷόν τε ἦν γίνεσθαι. [34] Ἰουστινιανὸς μέντοι τὰ τῇδε διῳκημένα τῷ Ψαλιδίῳ οὐδεμιᾷ μελλήσει ἐπέρρωσε. [35] Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἰτέον δὲ καὶ εἰς τοὺς ἐν Ἀλεξανδρείᾳ πτωχούς. Ἥφαιστός τις ἐν τοῖς ἐνταῦθα ῥήτορσιν ἐγεγόνει, ὅσπερ παραλαβὼν τὴν Ἀλεξανδρέων ἀρχὴν τὸν μὲν δῆμον τοῦ στασιάζειν κατέπαυσε, φοβερὸς τοῖς στασιώταις φανεὶς, ἔσχατα δὲ ἐσχάτων κακὰ τοῖς τῇδε ᾠκημένοις ἐνδέδεικται πᾶσι. [36] πάντα γὰρ εὐθὺς τὰ τῆς πόλεως πωλητήρια ἐς τὸ καλούμενον μονοπώλιον καταστησάμενος ἄλλον μὲν ἐμπόρων οὐδένα ταύτην δὴ τὴν ἐργασίαν ἐργάζεσθαι εἴα, μόνος δὲ ἁπάντων αὐτὸς γεγονὼς κάπηλος παρεδίδοτο τὰ ὤνια πάντα, δηλονότι τὰς τούτων τιμὰς τῇ τῆς ἀρχῆς ἐξουσίᾳ σταθμώμενος, ἀπεπνίγετό τε τῇ τῶν ἀναγκαίων σπάνει τῶν Ἀλεξανδρέων πόλις, οὗ δὴ [p. 165] καὶ τοῖς τὰ ἔσχατα πενομένοις τὰ πρότερα εὔωνα διαρκῶς ἐγεγόνει πάντα, μάλιστα δὲ αὐτοὺς ἀμφὶ τῷ ἄρτῳ ἐπίεζε. [37] τὸν γὰρ σῖτον αὐτὸς ἐξ Αἰγυπτίων ὠνεῖτο μόνος, οὐδὲ ὅσον ἐς μέδιμνον ἕνα ἑτέρῳ ἐνδιδοὺς πρίασθαι, ταύτῃ τε τοὺς ἄρτους καὶ τὰ τῶν ἄρτων τιμήματα διετίθετο ᾗπερ ἐβούλετο. [38] πλοῦτον τοίνυν καὶ ἀμύθητον αὐτός τε δἰ ὀλίγου περιεβάλετο καὶ βασιλεῖ τὴν ἀμφὶ τούτῳ ἐπιθυμίαν ἐνεπλήσατο. [39] καὶ τῶν μὲν Ἀλεξανδρέων δῆμος δέει τοῦ Ἡφαίστου τὰ παρόντα σφίσιν ἡσυχῇ ἔφερον, δὲ αὐτοκράτωρ αἰδοῖ τῶν οἱ ἐς ἀεὶ ἐσκομιζομένων χρημάτων ἐν τοῖς μάλιστα ὑπερηγάπα τὸν ἄνθρωπον. [40] Βουλεύσας δὲ Ἥφαιστος οὗτος ὅπως τὴν βασιλέως διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται, προσεπετεχνήσατο τάδε. [41] Διοκλητιανὸς Ῥωμαίων γεγονὼς αὐτοκράτωρ σίτου μέγα τι χρῆμα δίδοσθαι παρὰ τοῦ δημοσίου τῶν Ἀλεξανδρέων τοῖς δεομένοις ἀνὰ πᾶν ἔτος διώρισε. [42] ταῦτα δῆμος τηνικάδε διαδασάμενοι ἐν σφίσιν αὐτοῖς ἐς ἀπογόνους τοὺς ἄχρι δεῦρο παρέπεμψαν. [43] ἀλλ̓ Ἥφαιστος ἐνθένδε μυριάδας ἐς διακοσίας ἐπετείους μεδίμνων τοὺς τῶν ἀναγκαίων ὑποσπανίζοντας ἀφελόμενος τῷ δημοσίῳ ἐντέθεικε, βασιλεῖ γράψας ὡς οὐ δικαίως οὐδὲ ξυμφέρει τοῖς πράγμασι μέχρι νῦν ταῦτα οἱ ἄνδρες οὗτοι κομίζοιντο. [44] καὶ ἀπ̓ αὐτοῦ βασιλεὺς μὲν ἐμπεδώσας τὴν πρᾶξιν διὰ σπουδῆς [p. 166] αὐτὸν μείζονος ἔσχεν, Ἀλεξανδρέων δὲ ὅσοι ταύτην εἶχον τοῦ βίου ἐλπίδα, ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: