previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω. τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρτίως, [p. 175] παραλύσας ἧς εἶχεν ἀρχῆς, Ἰωάννην ἀντ̓ αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα. [2] ὅπερ ἐπεὶ Πελάγιος ἔγνω Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο εἴπερ ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη. [3] καὶ ὃς εὐθὺς ἀπηρνήσατο μηδὲν πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος, γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν, ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ αὐτῆς τρόπῳ μεθίεσθαι. [4] οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι. ἦν δέ τις τῷ Ἰωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων καὶ χρήματα περιβεβλημένος πολλὰ ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας. [5] οὗτος Εὐδαίμων ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, καὶ αὐτὸς βασιλέως ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ τῆς ἀρχῆς εἴη. [6] δὲ ὅσα οἱ πρὸς Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸν Ἰωάννην γράμματα γράψας ἀντιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν. [7] οὐδὲ γὰρ οὐδ̓ αὐτῷ νεώτερον ἀμφ̓ αὐτῇ βεβουλεῦσθαι. οἷσπερ Ἰωάννης ἀναπεισθεὶς Λιβέριον ἀναχωρεῖν τοῦ τῆς ἀρχῆς καταγωγίου ἅτε αὐτῆς παραλελυμένον ἐκέλευε. [8] Λιβέριος δὲ αὐτῷ πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν. [9] μὲν οὖν Ἰωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾔει, δὲ ξὺν τοῖς ἀμφ̓ αὑτὸν εἰς ἀντίστασιν εἶδε. μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ [p. 176] πίπτουσι καὶ Ἰωάννης αὐτὸς τὴν ἀρχὴν ἔχων. [10] Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου, μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον Λιβέριος ἦν, τε σύγκλητος βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι. [11] βασιλεὺς μέντοι οὐ πρότερον ἀπέστη ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα. [12] Οὕτω μὲν οὖν Ἰουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν εἰπών. [13] ὑπὸ χρόνον τε τὸν αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν [14] οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι τῶν νομίμων κληρονόμων προέμενος. [15] τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς βασιλεὺς οὗτος ἐχρῆτο. [16] οὕτως καὶ τὰ Εἰρηναίου [p. 177] πολλῷ ἔμπροσθεν τελευτήσαντος δικαίωμα οὐδ̓ ὁτιοῦν ἐπ̓ αὐτοῖς ἔχων ἀφείλετο. [17] Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν ἐν Ἀσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, [18] Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. ἦν δὲ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆς Ἀνατόλιος ἐγεγόνει πατήρ. [19] νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως λεύκωμα φέροιντο. [20] καίτοι οὐδεπώποτε δημόσιον βασιλεὺς ἀφ̓ οὗ γεγόνασιν ἄνθρωποι χρημάτων βουλευτικῶν μετασχεῖν ἔσχε. [21] τούτου τοίνυν κειμένου τοῦ νόμου, Ἀνατολίῳ μὲν ἐπεγένετο τέλειος ἡμέρα τοῦ βίου, δὲ τούτου παῖς τὸν τούτου κλῆρον πρός τε τὸ δημόσιον καὶ τὸ τῆς πόλεως βουλευτήριον κατὰ [p. 178] τὸν νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς καὶ Ἀσκαλωνιτῶν οἱ τοῦ λευκώματος ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας ἅτε τὰ σφίσι προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως. [22] ὕστερον καὶ Μαμιλιανὸς ἀπελύθη τοῦ βίου, ὅσπερ Ἀνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ εἰκὸς, ἔσχε. [23] μετὰ δὲ καὶ αὕτη περιούσης ἔτι οἱ τῆς μητρὸς ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε θήλεος οὔτε ἄρσενος γενομένη γόνου. [24] ἀλλ̓ Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴν Ἀνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη. [25] ὅπως δὲ γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν τοῖς γράμμασι, δἰ ὧν τὰ χρήματα ἐληΐσατο ταῦτα, ὡς τὸν στατῆρα προεῖται τῆς εὐσεβείας ἕνεκα τοῦτον: ‘ἔθος γάρ μοι’, ἔφη, ‘τά τε ὅσια καὶ εὐσεβῆ πράττειν’. [26] Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ λόγος κατακόρως ἔχοι, ἐπεὶ οὐδὲ ἁπάντων ἀνθρώπῳ γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι. [27] ὅτι δὲ οὐ Βενέτων τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι λόγον τινὰ [p. 179] πεποίηται χρημάτων παρόντων, ἐγὼ δηλώσω. [28] Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι Λέοντος ἐκείνου γαμβρὸς, ὃς περιεῖπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ καλουμένου ῥεφερενδαρίου τιμήν. [29] τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. ταύτης τε τῆς σκήψεως Μαλθάνης λαβόμενος ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους εἰργάζετο, καὶ τὰ χρήματα ληϊζόμενος τὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς ἐδικαίου πλουτεῖν. [30] οἱ μὲν οὖν ἄλλοι τὰ σφίσι παρόντα σιωπῇ ἔφερον, Ταρσέων δὲ ὅσοι Βένετοι ἦσαν τῇ ἐκ βασιλέως παρρησίᾳ θαρσοῦντες ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς ἐς τὸν Μαλθάνην οὐ παρόντα σφίσι πολλὰ ὕβριζον. [31] ὅπερ ἐπεὶ Μαλθάνης ἔγνω, πλῆθος στρατιωτῶν ἐπαγόμενος ἐς Ταρσὸν εὐθὺς ἀφίκετο νύκτωρ περιπέμπων τε τοὺς στρατιώτας ἐς τὰς οἰκίας ὄρθρου βαθέος καταλύειν ἐκέλευεν. [32] ἔφοδον δὲ οἰόμενοι ταύτην οἱ Βένετοι εἶναι, ἐκ τῶν παρόντων ἠμύνοντο. ξυνέβη τοίνυν ἄλλα τε κακὰ ἐν σκότῳ γενέσθαι καὶ Δαμιανὸν, [33] ἄνδρα ἐκ βουλῆς, τοξεύματι βληθέντα πεσεῖν. ἦν δὲ Δαμιανὸς οὗτος τῶν τῇδε Βενέτων προστάτης. ὅπερ ἐπεὶ ἐς Βυζάντιον ἦλθεν, οἵ τε Βένετοι δυσφορούμενοι θορύβῳ ἀνὰ τὴν πόλιν πολλῷ εἴχοντο, καὶ βασιλέα [p. 180] μὲν ἀμφὶ τῷ πράγματι ἠνώχλουν ἄγαν, Λέοντα δὲ καὶ τὸν Μαλθάνην ξὺν δεινοτάταις ἀπειλαῖς πολλὰ ἐδυσφήμουν. [34] καὶ αὐτοκράτωρ οὐδέν τι ἧσσον ἀγριαίνεσθαι ἐπὶ τοῖς πεπραγμένοις ἐσκήπτετο. γράμμα οὖν εὐθὺς ἔγραψε, ζήτησίν τε καὶ τίσιν τῶν τῷ Μαλθάνῃ πεπολιτευμένων κελεύων γενέσθαι. [35] ἀλλὰ Λέων αὐτῷ χρυσίου προέμενος πλῆθος τοῦ τε θυμοῦ αὐτίκα καὶ τῆς ἐς τοὺς Βενέτους στοργῆς ἔπαυσε, τοῦ τε πράγματος ἀνεξετάστου μενενηκότος Μαλθάνην βασιλεὺς ἐς Βυζάντιον παῤ αὐτὸν ἥκοντα ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ ἐν τιμῇ ἔσχεν. [36] ἐξιόντα δὲ οἱ Βένετοι ἐκ βασιλέως τηρήσαντες πληγὰς αὐτῷ προσετρίψαντο ἐν Παλατίῳ καὶ διαχρήσασθαι ἔμελλον, εἰ μὴ αὐτῶν τινες διεκώλυσαν, οἵ γε πρὸς Λέοντος χρήματα ἤδη κεκομισμένοι λάθρα ἐτύγχανον. [37] καίτοι τίς οὐκ ἂν ταύτην τὴν πολιτείαν ἐλεεινοτάτην καλοίη, ἐν βασιλεὺς μὲν δωροδοκήσας ἀνεξέταστα κατέλειψε τὰ ἐγκλήματα, στασιῶται δὲ βασιλέως ἐν Παλατίῳ ὄντος ἐπαναστῆναι τῶν τινι ἀρχόντων οὐδεμιᾷ ὀκνήσει ἐτόλμησαν, [38] ἀδίκων τε χειρῶν ἐπ̓ αὐτὸν ἄρξαι; τίσις μέντοι τούτων δὴ ἕνεκα οὐδεμία οὔτε εἰς τὸν Μαλθάνην ἐγένετο οὔτε εἰς τοὺς αὐτῷ ἐπαναστάντας. ἐκ τούτων δὲ εἴ τις βούλοιτο τὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τεκμηριούσθω ἦθος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: