Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες1 δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν2 γνώμας οὐκ ἐᾷ δι᾽ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων: οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δ᾽ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.