Εἲς Διόνυσον
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ᾽ ἀείδειν,
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
5 Νύσης ἐν γυάλοις: ὃ δ᾽ ἀέξετο πατρὸς ἕκητι
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθ᾽ ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος: αἳ δ᾽ ἅμ᾽ ἕποντο
10Νύμφαι, ὃ δ᾽ ἐξηγεῖτο: βρόμος δ᾽ ἔχεν ἄσπετον ὕλην.
καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ᾽ ὦ Διόνυσε:
δὸς δ᾽ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δ᾽ αὖθ᾽ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.