Εἲς Ἥλιον
ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος:
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
5αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τ᾽ ἀκάμαντ᾽, ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς: σμερδνὸν δ᾽ ὅ γε δέρκεται ὄσσοις
10χρυσέης ἐκ κόρυθος: λαμπραὶ δ᾽ ἀκτῖνες ἀπ᾽ αὐτοῦ
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ᾽ ἔθειραι
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές: καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
λεπτουργές, πνοιῇ ἀνέμων: ὕπο δ᾽ ἄρσενες ἵπποι.
15ἔνθ᾽ ἄρ᾽ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
[αὐτόθι παύεται ἄκρου ἐπ᾽ οὐρανοῦ, εἰσόκεν αὖτις]
θεσπέσιος πέμπῃσι δι᾽ οὐρανοῦ Ὠκεανόνδε.
χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε᾽ ὄπαζε.
ἐκ σέο δ᾽ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.