previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3]

εἰσὶ δὲ τάφοι Μεγαρεῦσιν ἐν τῇ πόλει: καὶ τὸν μὲν τοῖς ἀποθανοῦσιν ἐποίησαν κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, τὸ δὲ Αἰσύμνιον καλούμενον μνῆμα ἦν καὶ τοῦτο ἡρώων. Ὑπερίονος δὲ τοῦ Ἀγαμέμνονοςοὗτος γὰρ Μεγαρέων ἐβασίλευσεν ὕστατοςτούτου τοῦ ἀνδρὸς ἀποθανόντος ὑπὸ Σανδίονος διὰ

πλεονεξίαν καὶ ὕβριν, βασιλεύεσθαι μὲν οὐκέτι ὑπὸ ἑνὸς ἐδόκει σφίσιν, εἶναι δὲ ἄρχοντας αἱρετοὺς καὶ ἀνὰ μέρος ἀκούειν ἀλλήλων. ἐνταῦθα Αἴσυμνος οὐδενὸς τὰ ἐς δόξαν Μεγαρέων δεύτερος παρὰ τὸν θεὸν ἦλθεν ἐς Δελφούς, ἐλθὼν δὲ ἠρώτα τρόπον τίνα εὐδαιμονήσουσι: καί οἱ καὶ ἄλλα θεὸς ἔχρησε καὶ Μεγαρέας εὖ πράξειν, ἢν μετὰ τῶν πλειόνων βουλεύσωνται. τοῦτο τὸ ἔπος ἐς τοὺς τεθνεῶτας ἔχειν νομίζοντες βουλευτήριον ἐνταῦθα ᾠκοδόμησαν, ἵνα σφίσιν τάφος τῶν ἡρώων ἐντὸς τοῦ βουλευτηρίου γένηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (4 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 9.69
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), SEPULCRUM
    • Dictionary of Greek and Roman Geography (1854), ME´GARA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: