previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[362α] ἀνάλωμα, δ᾽ ἂν μὴ δύνωμαι, σὴν εἶναι τὴν δαπάνην.

τὸ δὴ μετὰ ταῦτα λέγω περὶ τῶν σῶν αὖ χρημάτων τῶν Ἀθήνησιν τῆς ἀναλώσεως, ὅτι πρῶτον μὲν ἐάν τι δέῃ ἐμὲ ἀναλίσκειν εἰς χορηγίαν τι τοιοῦτον, οὐκ ἔστι σοι ξένος οὐδεὶς ὅστις δώσει, ὡς ᾠόμεθα, ἔπειτα καὶ ἄν τι σοὶ αὐτῷ διαφέρῃ μέγα, ὥστε ἀναλωθὲν μὲν ἤδη ὀνῆσαι, μὴ ἀναλωθὲν δὲ ἀλλ᾽ ἐγχρονισθὲν ἕως ἄν τις παρὰ σοῦ ἔλθῃ, βλάψαι, πρὸς τῷ χαλεπῷ τὸ τοιοῦτόν σοί ἐστιν καὶ αἰσχρόν. ἐγὼ [362β] γὰρ δὴ ταῦτά γε ἐξήτασα, παρ᾽ Ἀνδρομήδη τὸν Αἰγινήτην πέμψας Ἔραστον, παρ᾽ οὗ ἐκέλευες τοῦ ὑμετέρου ξένου, εἴ τι δεοίμην, λαμβάνειν, βουλόμενος καὶ ἄλλα μείζονα ἐπέστελλες πέμπειν. δὲ εἶπεν εἰκότα καὶ ἀνθρώπινα, ὅτι καὶ πρότερον ἀναλώσας τῷ πατρί σου μόλις κομίσαιτο, καὶ νῦν σμικρὰ μὲν δοίη ἄν, πλείω δὲ οὔ. οὕτω δὴ παρὰ Λεπτίνου ἔλαβον: καὶ τοῦτό γε ἄξιον ἐπαινέσαι Λεπτίνην, οὐχ ὅτι ἔδωκεν, ἀλλ᾽ ὅτι προθύμως, καὶ τὰ ἄλλα περὶ σὲ [362ξ] καὶ λέγων καὶ πράττων, ὅτι οἷός τ᾽ ἦν ἐπιτήδειος, φανερὸς ἦν. χρὴ γὰρ δὴ καὶ τὰ τοιαῦτα καὶ τἀναντία τούτων ἐμὲ ἀπαγγέλλειν, ὁποῖός τις ἂν ἕκαστος ἐμοὶ φαίνηται περὶ σέ. τὸ δ᾽ οὖν περὶ τῶν χρημάτων ἐγώ σοι παρρησιάσομαι: δίκαιον γάρ, καὶ ἅμα ἐμπείρως ἔχων τῶν παρὰ σοὶ λέγοιμ᾽ ἄν. οἱ προσαγγέλλοντες ἑκάστοτέ σοι, ὅτι ἂν οἴωνται ἀνάλωμα εἰσαγγέλλειν, οὐκ ἐθέλουσιν προσαγγέλλειν, ὡς δὴ ἀπεχθησόμενοι: [362δ] ἔθιζε οὖν αὐτοὺς καὶ ἀνάγκαζε φράζειν καὶ ταῦτα καὶ τὰ ἄλλα: σὲ γὰρ δεῖ εἰδέναι τε τὰ πάντα κατὰ δύναμιν καὶ κριτὴν εἶναι καὶ μὴ φεύγειν τὸ εἰδέναι. πάντων γὰρ ἄριστόν σοι ἔσται πρὸς τὴν ἀρχήν: τὰ γὰρ ἀναλώματα ὀρθῶς ἀναλισκόμενα καὶ ὀρθῶς ἀποδιδόμενα πρός τε τἆλλα καὶ πρὸς αὐτὴν τὴν τῶν χρημάτων κτῆσιν καὶ σὺ δὴ φῂς ἀγαθὸν εἶναι καὶ φήσεις. μὴ οὖν σε διαβαλλόντων πρὸς τοὺς ἀνθρώπους οἱ κήδεσθαί σου φάσκοντες: τοῦτο γὰρ οὔτε ἀγαθὸν οὔτε καλὸν πρὸς δόξαν σοι, δοκεῖν δυσσύμβολον [362ε] εἶναι.

τὰ μετὰ ταῦτα περὶ Δίωνος λέγοιμ᾽ ἄν. τὰ μὲν ἄλλ᾽ οὔπω ἔχω λέγειν, πρὶν ἂν παρὰ σοῦ ἔλθωσιν αἱ ἐπιστολαί, ὥσπερ ἔφης: περὶ μέντοι ἐκείνων ὧν οὐκ εἴας μεμνῆσθαι πρὸς αὐτόν, οὔτε ἐμνήσθην οὔτε διελέχθην, ἐξεπειρώμην δὲ εἴτε χαλεπῶς εἴτε ῥᾳδίως οἴσει γιγνομένων, καί μοι ἐδόκει οὐκ ἠρέμα ἂν ἄχθεσθαι εἰ γίγνοιτο. τὰ δὲ ἄλλα περὶ σὲ καὶ λόγῳ καὶ ἔργῳ μέτριός μοι δοκεῖ εἶναι δίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: