previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[319α] σκόπει δὴ καὶ πρόσεχε πάντως, ἄν σοί τι ψεύδεσθαι δόξω καὶ μὴ τἀληθῆ λέγειν. φημὶ γάρ σε Ἀρχεδήμου παρόντος ἐν τῷ κήπῳ καὶ Ἀριστοκρίτου, σχεδὸν ἡμέραις πρότερον εἴκοσι τῆς ἐμῆς ἐκ Συρακουσῶν οἴκαδ᾽ ἀποδημίας, νῦν δὴ λέγεις ἐμοὶ μεμφόμενος, ὡς Ἡρακλείδου τέ μοι καὶ τῶν ἄλλων πάντων μᾶλλον σοῦ μέλοι. καί με τούτων ἐναντίον διηρώτησας εἰ μνημονεύω, κατ᾽ ἀρχὰς ὅτ᾽ ἦλθον, κελεύων σε [319β] τὰς πόλεις τὰς Ἑλληνίδας κατοικίζειν: ἐγὼ δὲ συνεχώρουν μεμνῆσθαι καὶ ἔτι νῦν μοι δοκεῖν ταῦτ᾽ εἶναι βέλτιστα. ῥητέον δέ, Διονύσιε, καὶ τοὐπὶ τούτῳ τότε λεχθέν. ἠρόμην γὰρ δή σε πότερον αὐτὸ τοῦτό σοι συμβουλεύσαιμι μόνον τι καὶ ἄλλο πρὸς τούτῳ: σὺ δὲ καὶ μάλ᾽ ἀπεκρίνω μεμηνιμένως καὶ ὑβριστικῶς εἰς ἐμέ, ὡς ᾤουδιὸ τὸ τότε σοι ὕβρισμα νῦν ὕπαρ ἀντ᾽ ὀνείρατος γέγονενεἶπες δὲ [319ξ] καὶ μάλα πλαστῶς γελῶν, εἰ μέμνημαι, ὡςπαιδευθέντα με ἐκέλευες ποιεῖν πάντα ταῦτα μὴ ποιεῖν.’ ἔφην ἐγὼ κάλλιστα μνημονεῦσαί σε. ‘οὐκοῦν παιδευθέντα,’ ἔφησθα, ‘γεωμετρεῖν, πῶς;’ κἀγὼ τὸ μετὰ ταῦτα ἐπῄει μοι εἰπεῖν οὐκ εἶπον, φοβούμενος μὴ σμικροῦ ῥήματος ἕνεκα τὸν ἔκπλουν ὃν προσεδόκων, μή μοι στενὸς γίγνοιτο ἀντ᾽ εὐρυχωρίας. ἀλλ᾽ οὖν ὧν ἕνεκα πάντ᾽ εἴρηται ταῦτ᾽ ἐστί: μή με διάβαλλε λέγων ὡς οὐκ εἴων ἐγώ σε πόλεις Ἑλληνίδας ἐρρούσας [319δ] ὑπὸ βαρβάρων οἰκίζειν, οὐδὲ Συρακουσίους ἐπικουφίσαι βασιλείαν ἀντὶ τυραννίδος μεταστήσαντα. τούτων γὰρ οὔθ᾽ ἧττον ἐμοὶ πρέποντα ἔχοις ἄν ποτε λέγων μου καταψεύσασθαι, πρὸς δὲ τούτοις ἔτι σαφεστέρους τούτων εἰς ἔλεγχον λόγους ἐγὼ δοίην ἄν, εἴ τις ἱκανή που φαίνοιτο κρίσις, ὡς ἐγὼ μὲν ἐκέλευον, σὺ δ᾽ οὐκ ἤθελες πράττειν αὐτά: καὶ μὴν οὐ χαλεπὸν εἰπεῖν ἐναργῶς ὡς ἦν ταῦτα ἄριστα πραχθέντα καὶ σοὶ καὶ [319ε] Συρακοσίοις καὶ Σικελιώταις πᾶσιν. ἀλλ᾽ τᾶν, εἰ μὲν μὴ φῂς εἰρηκέναι εἰρηκὼς ταῦτα, ἔχω τὴν δίκην: εἰ δ᾽ ὁμολογεῖς, τὸ μετὰ τοῦτο ἡγησάμενος εἶναι σοφὸν τὸν Στησίχορον, τὴν παλινῳδίαν αὐτοῦ μιμησάμενος, ἐκ τοῦ ψεύδους εἰς τὸν ἀληθῆ λόγον μεταστήσῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: